Ancient Greek · ~21 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Ε., Ἔτι περὶ τοῦ Ἰακώβ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 2.1-9
Not analysed yet
β. Μετὰ τὴν τοῦ Λάβαν τοίνυν ἀποχώρησιν τὴν ἐκ τοῦ ὄρους Γαλαὰδ, εἰς τὴν ἐνεγκοῦσαν ἠπείγετο, καὶ διασπεύδειν ἤθελεν ὁ θεσπέσιος Ἰακώβ. Ἀπηλλαγμένος δὲ μόλις τῆς Λάβαν ἐφόδου, καὶ ἀναπνεύσας βραχὺ, χαλεπωτέροις εὐθὺς περιπίπτει δείμασι. Ἐπειδὴ γὰρ ἔδει τῆς Μεσοποταμίας ἀπαίροντα, καὶ εἰς γῆν Χαναὰν ἀποτρέχοντα, διὰ μέσης ἰέναι τῆς Σηεὶρ, ἐν ᾗ κατῴκησεν Ἡσαῦ, περιδεὴς δὲ ἄγαν ἦν. Οὐ γὰρ ἠγνόει λελυπηκὼς τῆς τε εὐλογίας ἕνεκα, καὶ αὐτῶν δὲ τῶν πρωτοτοκίων. Τίνα δὲ τρόπον τὴν ἐπὶ τούτοις λύπην ἀπεσκευάζετο, καὶ εἰς ἀγάπην καὶ ἡμερότητα καθίστη τὸν ἀδελφὸν, πῶς οὐκ ἄξιον ἐδεῖν, καὶ πρός γε τούτῳ θαυμάσαι; Γέγραπται τοίνυν· Ἀπέστειλε δὲ Ἰακὼβ ἀγγέλους ἔμπροσθεν αὐτοῦ πρὸς Ἡσαῦ τὸν ἀδελφὸν αὐτοῦ εἰς γῆν Σηεὶρ, εἰς χώραν Ἐδὼμ, καὶ ἐνετείλατο αὐτοῖς, λέγων· Οὕτως ἐρεῖτε τῷ κυρίῳ μου Ἡσαῦ· Οὕτως λέγει ὁ παῖς σου Ἰακώβ· Μετὰ Λάβαν παρῴκησα, καὶ ἐχρόνισα ἕως τοῦ νῦν· καὶ ἐγένοντό μοι βόες, καὶ ὄνοι, καὶ πρόβατα, καὶ παῖδες καὶ παιδίσκαι. Καὶ ἀπέστειλα ἀγγεῖλαι τῷ κυρίῳ μου Ἡσαῦ, ἵνα εὕρῃ ὁ παῖς σου χάριν ἐναντίον σου. Καὶ ἀπέστρεψαν οἱ ἄγγελοι πρὸς Ἰακὼβ, λέγοντες· Ἤλθομεν πρὸς τὸν ἀδελφόν σου Ἡσαῦ, καὶ ἔρχεται εἰς συνάντησιν, καὶ τετρακόσιοι ἄνδρες μετ’ αὐτοῦ. Ἐφοβήθη δὲ Ἰακὼβ σφόδρα, καὶ ἠπορεῖτο. Καὶ διεῖλε τὸν λαὸν τὸν μεθ’ ἑαυτοῦ, καὶ τοὺς βόας, καὶ τὰ πρόβατα εἰς δύο παρεμβολάς. Καὶ εἶπεν Ἰακώβ· Ἐὰν ἔλθῃ Ἡσαῦ εἰς παρεμβολὴν μίαν, καὶ ἐκκόψῃ αὐτὴν, ἔσται ἡ παρεμβολὴ ἡ δευτέρα εἰς τὸ σώζεσθαι. Εἶπε δὲ Ἰακώβ· Ὁ Θεὸς τοῦ πατρός μου Ἀβραὰμ, καὶ ὁ Θεὸς τοῦ πατρός μου Ἰσαὰκ, Κύριε, ὁ εἰπών μοι, Ἀπότρεχε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ εὖ σε ποιήσω, ἱκανούσθω μοι ἀπὸ πάσης δικαιοσύνης, καὶ ἀπὸ πάσης ἀληθείας, ἧς ἐποίησας τῷ παιδί σου. Ἐν γὰρ τῇ ῥάβδῳ μου ταύτῃ διέβην τὸν Ἰορδάνην, νυνὶ δὲ γέγονα εἰς δύο παρεμβολάς. Ἐξελοῦ με ἐκ χειρὸς τοῦ ἀδελφοῦ μου Ἡσαῦ, ὅτι φοβοῦμαι ἐγὼ αὐτὸν, μή ποτε ἐλθὼν πατάξῃ με, καὶ μητέρα ἐπὶ τέκνοις. Σὺ δὲ εἶπας· Καλῶς σε ποιήσω, καὶ θήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς θαλάσσης, καὶ οὐκ ἀριθμηθήσεται ἀπὸ τοῦ πλήθους. Συνιεῖς ὅπως ὑποτρέχει θωπικῶς τὸν Ἡσαῦ, μόνον δὲ οὐχὶ περισαίνει λελυπημένον, καὶ ὑποκλέπτειν πειρᾶται διά γε τοῦ χρηστοεπεῖν τὸ ἀκρατὲς τῆς ὀργῆς. Καίτοι γὰρ τὸ ἐν ἀμείνοσι εἶναι λαχὼν διὰ τὴν τοῦ πατρὸς εὐλογίαν, καὶ τῇ τῶν πρωτοτόκων δόξῃ προκεκριμένος, καὶ Θεὸν ἔχων ἐπαρωγὸν καθυφίκοιτο ἁγιοπρεπῶς, ἐκεῖνό που πάντως κατορθοῦν ᾑρημένος· Εἰ δυνατὸν, τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύετε. Λόγος μὲν γὰρ ἔσθ’ ὅτε καὶ τραχὸς καὶ ἀνάντης καὶ ὑπεροψίας ἔμπλεως ἀφόρητος ἔσται τισίν. Ὡς δὲ σοφὸς ἔγραφε Παροιμιαστὴς, Ἀπόκρισις ὑποπίπτουσα ἀποστρέφει θυμόν. Καί μοι βλέπε τοῦ δικαίου τὸ εἰς εὐσέβειαν εὐτεχνές. Ἀποστέλλει μὲν γὰρ ἀγγέλους εἰρήνην αἰτήσοντας, καὶ τρυφερωτάτους πρὸς τὸν Ἡσαῦ διακομίσοντας λόγους· ἄνω τε γὰρ καὶ κάτω προστέταχε λέγειν· Τάδε λέγει ὁ παῖς σου ὁ Ἰακώβ. Τρέπεται δὲ πάλιν αὐτὸς εἰς εὐχὰς, καὶ τὴν ἀεὶ σώζουσαν ἐπικουρίαν αὐτῶν οὐ διαλιμπάνει. Ἐμπεδοῖ δὲ, ὅτι τὴν εἰς τὸ μᾶλλον ἐλπίδα τῶν ἤδη παρῳχηκότων ἡ πεῖρα διεσάφει, λέγων· Ἐν τῇ ῥάβδῳ μου ταύτῃ διέβην τὸν Ἰορδάνην, νυνὶ δὲ γέγονα εἰς δύο παρεμβολάς. Ἔφη γὰρ, ὅτι Αὐτὴν μόνην τὴν οἴκοθεν ἔχων ῥάβδον διέβην τὸν Ἰορδάνην, καὶ πολλῶν γέγονα δεσπότης, τὸ σὸν ἔχων εὐμενὲς, ὦ Δέσποτα. Εἰσόμεθα διὰ τούτων τοίνυν καὶ ἡμεῖς, ὅτι πράους εἶναι δεῖ καὶ εἰρηνικοὺς, καὶ διὰ παντὸς θηρᾶσθαι τρόπου τὸ διαζῇν ἀμαχί. Δοῦλον γὰρ Κυρίου, φησὶν, οὐ δεῖ μάχεσθαι, ἀλλ’ ἤπιον εἶναι πρὸς πάντας, κατὰ τὸ γεγραμμένον. Ἀποκεχρῆσθαι μὲν γὰρ καὶ ταῖς ἀνθρωπίναις ἡμᾶς εὐτεχνίαις εἰς τὸ ἀγαθὸν, τὸ ἀπεῖργον οὐδὲν, εἴη δ’ ἂν, οἶμαι, τῶν λίαν ἐπαινουμένων. Ζητεῖν δὲ ἀνάγκη, κἂν εἰ τοῦτο γένοιτο παρ’ ἡμῶν, τὴν παρὰ Θεοῦ φροντίδα, καὶ τὴν ἄνωθεν ἐπικουρίαν, οὐ φρονοῦντας τὰ ὑψηλά· διενθυμουμένους δὲ μᾶλλον τὸ γεγραμμένον· Ὅσῳ μέγας εἶ, τοσούτῳ ταπεινοῦ σεαυτὸν, καὶ ἔναντι Κυρίου εὑρήσεις χάριν. Οὕτω φρονεῖν τε καὶ δρᾷν ᾑρημένοι τὰ ἐκ τῆς εἰρήνης κερδανοῦμεν ἀγαθὰ, καὶ τοὺς καθ’ ἡμῶν ἀγριαίνοντας εἰς ἡμερότητα μεταστρέψομεν. Θῆρες γὰρ ἄγριοι, φησὶν, εἰρηνεύσουσί σοι. Τοῦτο πέπραχεν Ἰακώβ. Οὐ γὰρ μόνοις τὸν ἀδελφὸν αἱμύλοις καὶ ἁπαλοῖς ἐκμειλίσσεται λόγοις, ἀλλὰ καὶ ξενίων καὶ τῶν ὄντων ἐποιεῖτο κοινωνὸν, μερίδα λιπαρωτάτην ἀπονέμων αὐτῷ, πρόβατά τε καὶ βόας, αἶγάς τε καὶ ὄνους, καμήλους καὶ μόσχους. Κρείττων γὰρ εἰρήνη χρημάτων, καὶ προοιχέσθω φιλίας τῆς εἰς ἀδελφοὺς τῶν προσκαίρων ἡ κτῆσις. Καὶ γοῦν ἐδεδίει μὲν, ὡς ἔφην, ὁ θεσπέσιος Ἰακὼβ, τὸν ἀδελφὸν Ἡσαῦ, καὶ ὡς αὐτίκα δὴ μάλα τὰ ἐξ ὀργῆς πεισόμενος, ἄθυμος ἦν, καὶ φθόνον πατήσας τὸν ἐν ἀρχαῖς περιέφυ τὸν Ἰακὼβ, καὶ σὺν δακρύοις ἠσπάζετο, καὶ τοῖς φύσεως νόμοις τὸ βραδύνειν δύνασθαι τὰ εἰς ἀγάπην ἐδίδου. Γέγραπται γὰρ, ὅτι Καὶ προσδραμὼν Ἡσαῦ εἰς συνάντησιν αὐτῷ, καὶ περιλαβὼν αὐτὸν ἐφίλησε, καὶ προσέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔκλαυσαν ἀμφότεροι. Καὶ ταῦτα δὴ πάντα τὰ πραότητος κατορθώματα, καρπὸς ὑφειμένου καὶ ἀφιλοκόμπου φρονήματος, καὶ ξένιον εὐμενείας Θεοῦ τοῖς ἀγαπῶσι αὐτὸν, καταψιλοῦντος τὸ ἄναντες, καὶ καταλεαίνοντος τὸ τραχὺ, καὶ ταῖς εὐθυμίαις καταπιαίνοντος τοὺς αὐτῷ προσκεῖσθαι σπουδάζοντας. Ἀλλ’ οἶμαι δὴ δεῖν εἰς θεωρίαν πνευματικὴν ἡμῖν μεταπλάττεσθαι τὸ διήγημα. Καὶ φέρε δὴ λέγωμεν ἀνόπιν ἰόντες, καὶ εἰς ἀρχὴν ἀνατρέχοντες τοῦ παντὸς λόγου. Σαφὲς γὰρ ἂν γένοιτο τοῖς χρηστομαθεῖν ᾑρημένοις τὸ Χριστοῦ μυστήριον.