Ancient Greek · ~10 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Ε., Ἔτι περὶ τοῦ Ἰακώβ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 1-6
Not analysed yet
α. Οὐκ ἀθαύμαστος μὲν τῶν ἁγίων ὁ τρόπος παρά γε τοῖς ἄριστα βιοῦν ᾑρημένοις· τὸ δὲ τῆς ἐκείνων πολιτείας εὐκλεὲς παρὰ μὲν παντὸς οἰχήσεται λόγου. Γένοιτο δ’ ἂν τοῖς ἐθέλουσι εὐσεβεῖν ὑποτύπωσις ἀγαθὴ, τὸ τίνα χρὴ τρόπον κατ’ εὐθὺ φέρεσθαι τοῦ εἰκότος καὶ ἁνδάνοντος Θεῷ, διατρανοῦσα ποικίλως. Χρῆναι γὰρ ἔγωγέ φημι, μᾶλλον δὲ καὶ αὐτὸς τῆς θεοπνεύστου Γραφῆς ὁ λόγος, τῶν ἀρχαιοτέρων ἁγίων ἀναθεωροῦντας ὀρθῶς τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθαι τὴν πίστιν· μόνον δὲ οὐχὶ καὶ κατ’ ἴχνος ἰέναι τῆς ἐνούσης αὐτοῖς ἀρετῆς. Καὶ γάρ ἐστι τῶν ἀτόπων, τοὺς μὲν ὅσοι τεχνῶν γεγόνασιν ἐπιστήμονες τῶν βασιλικῶν, καθηγητὰς εἰς τοῦτο ποιεῖσθαι τοὺς πρὸ αὐτῶν, καὶ ζηλοῦν ἐπείγεσθαι τοὺς ὅτι δὴ μάλιστα τὸ ἐπιεικὲς ἐν ταύταις ἠκριβωκότας· ἡμᾶς δὲ αὐτοὺς, οἷς τὸ κατορθοῦν ὁ σκοπὸς τὴν ἀρετὴν, μὴ οὐχὶ τῆς διανοίας τὸν ὀφθαλμὸν ἐνερείδοντας ταῖς τῶν ἀρχαιοτέρων ἐπιεικείαις ἀναμάττεσθαι τρόπον τινὰ παρ’ αὐτῶν τὰ δι’ ὧν ἂν ἔσοιτό τις παρὰ Θεῷ δοκιμώτατος, καὶ τῆς εὐαγοῦς πολιτείας ἐπιστήμονα τὸν οἰκεῖον αὐτὸς ἀπεργάσοιτο νοῦν. Προκείσθω δὴ οὖν οὐδενὸς ἧττον ἡμῖν ὁ θεσπέσιος Ἰακὼβ, ἀνεπίπληκτον μὲν ὡς ἐνῇ, καὶ τῷ καιρῷ πρέπουσαν τῷ τηνικάδε φημὶ ὁδὸν διαστείχων τὴν ὡς ἔν γε πολιτείᾳ ζωῆς, συλλήπτορα δὲ καὶ προεστηκότα τὸν τῶν ὅλων ἔχων Θεὸν, πόνοις μὲν ἔσθ’ ὅτε περιτυχεῖν ἐφιέντα χρησίμως· οὐ γὰρ ἂν ἀνιδρωτὶ κατακτήσαιτό τις τὰ εἰς ἀρετὴν αὐχήματα· μετὰ δέ γε τὰ γυμνάσματα στεφανοῦντα ταῖς εὐθυμίαις, καὶ οἷά τινα τῶν ἄγαν εὐσθενεστάτων ἀγωνιστῶν τῇ τῶν ἄθλων ἀμφιλαφείᾳ καταπλουτίζοντα. Μὴ γὰρ εἴπῃς κατὰ σαυτόν· Ἀνθ’ ὅτου μὴ ἄπονον ἐδωρεῖτο Θεὸς τοῖς ἁγίοις τὸ κατευφραίνειν εἰδός; Τοῦτο γὰρ ἦν ἀγυμνάστους ἐᾷν, καὶ ἥκιστα μὲν μισθὸν ἀρετῆς ἀπονέμειν αὐτοῖς τὸ εὖ εἶναι τυχόν· ἀβασανίστου δὲ μᾶλλον θελημάτων ῥοπῆς ποιεῖσθαι καρπὸν τὸ ἐπ’ αὐτοῖς εὐμενὲς, καὶ τὴν λαμπράν τε καὶ ἀξιόληπτον τῶν χαρισμάτων φιλοτιμίαν. Ἔδει δὲ μᾶλλον εὐδοκιμοῦντας ὁρᾶσθαι, καὶ ἔργοις αὐτοῖς ἀξίους προαναφαίνεσθαι τῶν παρὰ Θεοῦ· προκεῖσθαι δὲ ὥσπερ καὶ τοῖς μετ’ αὐτοὺς εἰς παράδειγμά τε καὶ ὑποτύπωσιν ἐναργῆ τοῦ δεῖν ἑλέσθαι φιλεργεστάτους εἶναι καὶ νεανικοὺς, ἐννοοῦντας ὅτι τοῖς μὲν ἀταλαίπωρον καὶ κατεγνωσμένον διαβιοῦσι ζωὴν, οὐδεὶς ἂν γένοιτο μισθὸς, ἕψεται δὲ πάντως τὰ πάντων ἐξαίρετα, τοῖς ὅτι μάλιστα φιλοπονωτάτοις, καὶ ἱδρῶτα τὸν ἐπ’ ἀγαθοῖς τῶν ἡδίστων τῶν ἐν βίῳ προτετιμηκόσι. Οὕτω τις ἔφασκε τῶν σοφῶν· Τέκνον, εἰ προσέρχῃ δουλεύειν τῷ Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμὸν, εὔθυνον τὴν καρδίαν σου, καὶ καρτέρησον. Τίκτει μὲν γὰρ ἡ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, κατὰ τὸ γεγραμμένον. Ἑψόμεθα δὲ δὴ τῷ προκειμένῳ σκοπῷ.