Ancient Greek · ~13 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Ζ., Περὶ Συμεὼν καὶ Λευΐ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 3.1-15
Not analysed yet
γ. Καὶ ὅρα τοῦ λόγου τὴν ἐπιτήρησιν. Ἀπεκτόνασι μὲν γὰρ τοὺς ἀνθρώπους, ἐνευροκόπησαν δὲ τὸν ταῦρον. Θανάτῳ μὲν γὰρ περιβεβλήκασι τοὺς ἁγίους, καὶ μεμενήκασι νεκροὶ τὸν τῆς ἀνστάσεως καιρὸν περιμένοντες. Ἀλλ’ οἷά τις μόσχος ὑπὸ ἀετοῦ νευροκοπούμενος, ὤκλασε μὲν οἱονεί πως εἰς γῆν ὁ Χριστὸς, ἑκὼν ὑπομείνας τὸν τῆς σαρκὸς θάνατον· πλὴν οὐ γέγονε τῷ θανάτῳ κάτοχος· ἀλλ’ εἰ καὶ γέγονε νεκρὸς ὡς ἄνθρωπος, ἀπομεμένηκε ζῶν τῇ τῆς θεότητος φύσει. Ταῦρος δὲ ὁ Χριστός· εὐσθενὲς γὰρ ὅτι μάλιστα τὸ ζῶον, καθαρόν τε καὶ ἱερώτατον. Κύριος δὲ τῶν δυνάμεων ὁ Υἱὸς, ὃς οὐ πεποίηκεν ἁμαρτίαν, ἑαυτὸν δὲ μᾶλλον ἀνέθηκεν ὑπὲρ ἡμῶν εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρί. Ἀκουέτωσαν τοίνυν οἱ τὸν οὕτω σεπτὸν νευροκοπήσαντες ταῦρον· Ἐπικατάρατος ὁ θυμὸς αὐτῶν, ὅτι αὐθάδης· καὶ ἡ μῆνις αὐτῶν, ὅτι ἐσκληρύνθη. Τί δὴ οὖν ἄρα πεπόνθασιν; Ἐξῴχοντο τῆς ἑαυτῶν, καὶ ἀπολελοίπασι μὲν τὴν ἐνεγκοῦσαν· διεσπάρησαν δὲ καὶ γεγόνασι πανταχοῦ ξένοι, καὶ ἐπήλυδες καὶ περιδεεῖς. Ἀληθὲς γὰρ ὅτι ὥσπερ ὅρνιον ὅταν ἐκπετασθῇ τῆς ἰδίας καλιᾶς, οὕτω καὶ ἄνθρωπος ὅταν ἐκσπασθῇ ἐκ τῶν ἰδίων τόπων. Προσεπειπεῖν δὲ οἶμαι κἀκεῖνο πρέπον, ὅτι τοῖς μὲν τὸν ταῦρον νευροκοπήσασιν εἰς ἀρὰν ἔσται τὸ χρῆμα· τοῖς γε μὴν ἐπηλγηκόσι, καὶ τὸ οὔτω δεινὸν ἀποσειομένοις ἔγκλημα, λύτρον ἔσται καὶ κάθαρσις καὶ ἁμαρτιῶν ἀπόθεσις. Εὑρήσομεν δὲ διὰ τῆς ἐν νόμῳ σκιᾶς, ὅπερ ἔφην γραφόμενον. Ἔχει γὰρ οὕτως ἐν τῷ Δευτερονομίῳ· Ἐὰν δὲ εὑρεθῇ τραυματίας ἐν τῇ γῇ, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι κληρονομῆσαι, πεπτωκὼς ἐν τῷ πεδίῳ, καὶ οὐκ οἴδασι τὸν πατάξαντα, ἐξελεύσεται ἡ γερουσία σου, καὶ οἱ κριταί σου, καὶ ἐκμετρήσουσιν ἐπὶ τὰς πόλεις τὰς κύκλῳ τοῦ τραυματίου, καὶ ἔσται ἡ πόλις ἡ ἐγγίζουσα τῷ τραυματίᾳ. Καὶ λήψεται ἡ γερουσία τῆς πόλεως ἐκείνης δάμαλιν ἐκ βοῶν, ἥτις οὐκ εἴργασται, καὶ ἤτις οὐχ εἵλκυσε ζυγόν· καὶ καταβιβάσουσιν ἡ γερουσία τῆς πόλεως ἐκείνης τὴν δάμαλιν εἰς φάραγγα τραχεῖαν, ἥτις οὐκ εἴργασται, οὐδὲ σπείρεται, καὶ νευροκοπήσουσι τὴν δάμαλιν ἐν τῇ φάραγγι, καὶ προσελεύσονται οἱ ἱερεῖς οἱ Λευῖται, ὅτι αὐτοὺς ἐπελέξατο Κύριος ὁ Θεός σου παρεστηκέναι αὐτῷ, καὶ εὐλογεῖν ἐπὶ τῷ ὀνόματι αὐτοῦ, καὶ ἐπὶ τῷ στόματι αὐτῶν ἔσται πᾶσα ἀντιλογία καὶ πᾶσα ἁφή. Καὶ πᾶσα ἡ γερουσία τῆς πόλεως ἐκείνης, οἱ ἐγγίζοντες τῷ τραυματίᾳ, νίψονται τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τῆς δαμάλεως τῆς νενευροκοπημένης ἐν τῇ φάραγγι, καὶ ἀποκριθέντες ἐροῦσιν· Αἱ χεῖρες ἡμῶν οὐκ ἐξέχεαν τὸ αἷμα τοῦτο, καὶ οἱ ὀφθαλμοὶ ἡμῶν οὐχ ἑωράκασιν. Ἵλεως γενοῦ, Κύριε, τῷ λαῷ σου Ἰσραὴλ, οὓς ἐλυτρώσω ἐκ γῆς Αἰγύπτου, ἵνα μὴ γένηται αἷμα ἀναίτιον ἐν τῷ λαῷ σου Ἰσραὴλ, καὶ ἐξιλασθήσεται αὐτοῖς τὸ αἷμα. Σὺ δὲ ἐξαρεῖς τὸ αἷμα τὸ ἀναίτιον ἐξ ὑμῶν αὐτῶν. Ἀλλ’ εἰρήσεται μὲν κατὰ καιροὺς εἰς ἕκαστα λεπτῶς, πλὴν ἐκεῖνό φαμεν. Σύνες ὅπως ἑαυτοὺς ἀπαλλάττουσί τινες τῶν ἐφ’ αἵματι κατηγορημάτων, ἀνατυπούσης ἡμῖν τῆς δαμάλεως ἐφ’ ἑαυτῇ τὸν Ἐμμανουήλ. Χρῆναι γὰρ οἶμαι δεῖν ἑαυτοὺς ἀπαλλάττοντας λέγειν· Αἱ χεῖρες ἡμῶν οὐκ ἐξέχεαν τὸ αἷμα τοῦτο. Ἀλλ’ ὅ γε τῶν Ἰουδαίων δῆμος οὐχὶ τοῦτό ποτε διακεκραγὼς ἁλώσεται. Τετολμήκασι δὲ μᾶλλον εἰπεῖν νευροκοποῦντες τὸν μόσχον, Αἱ χεῖρες ἡμῶν ἐξέχεαν τὸ αἷμα τοῦτο. Ἕτερον γὰρ, οἶμαι, παρὰ τοῦτό ἐστιν οὐδὲν τὸ ἀσυνέτως εἰπεῖν ἐπὶ Χριστῷ· Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.