Ancient Greek · ~17 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Ζ., Περὶ Συμεὼν καὶ Λευΐ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 2.1-12
Not analysed yet
β. Ἰτέον δὴ οὗν ἐπὶ τὸ τούτῳ δὴ προσεοικὸς, καὶ δὴ διαπλάττομεν ὡς ἔνι, καλῶς τὸ θεώρημα, τὰ συντελοῦντα πρὸς διασάφησιν πανταχόθεν ἐρανιζόμενοι. Ἄτε τοίνυν τὸν ἐπὶ τῷ Ἰακὼβ κατευρύνοντες λόγον, ὅπως τε καὶ τίνα τρόπον ἐβίω διηγήμεθα, καὶ τίνας μὲν εἰσῳκίσατο γυναικῶν. τέκνων δὲ ὅσων ἀνεδείχθη πατήρ. Ἐλέγομεν ὅτι ἠγάγετο μὲν τὴν Λείαν τῶν τοῦ Λάβαν θυγατέρων τὴν πρεσβυτάτην, δευτέραν δὲ μετ’ ἐκείνην, καὶ οὐκ εἰς μακρὰν τὴν νεωτάτην Ῥαχήλ. Διεβεβαιούμεθα δὲ ὅτι Λεία μὲν εἰς τύπον ἡμῖν τῆς Ἰουδαίων ἔσται Συναγωγῆς, Ῥαχὴλ δὲ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας. Ἐπεί τοι Λεία μὲν ἑρμηνεύεται κοπιῶσα, ἀσθενεστέροις δὲ καὶ ἀκαλλεστέροις ἐχρῆτο τοῖς ὀφθαλμοῖς. Κέκμηκε δὲ λίαν ἡ τῶν Ἰουδαίων Συναγωγὴ νόμῳ τῷ διὰ Μωσέως κατηχθισμένη, καὶ οὐκ εὐσθενέσιν ὀφθαλμοῖς πρὸς τὸ τοῦ Σωτῆρος ἡμῶν ὁρῶσα μυστήριον. Ῥαχὴλ δὲ ἦν καλὴ τῷ εἴδει καὶ ὡραία σφόδρα. Ἐκπρεπεστάτη δὲ λίαν ἡ ἐξ ἐθνῶν Ἐκκλησία. Λείας δὴ οὗν τελευταία θυγάτηρ γέγονεν ἡ Δίνα. Τύπος δ’ ἂν γένοιτο καὶ αὕτη τῆς ἐκ περιτομῆς πληθύος, ἢ καὶ ἐν χρόνοις γέγονε τοῖς ἐσχάτοις, καθ’ οὓς ἐνηνθρώπησεν ὁ Μονογενής. Ὅτε τοίνυν ἡ τῶν ἐκ περιτομῆς τελευταία πληθὺς, ἔξω βραχὺ γενομένη τῆς πατρῴας σκηνῆς, τουτέστι, τῶν κατὰ τὸν νόμον ἐθῶν, τοῖς ἐγχωρίοις προσέβαλλεν· ἤγουν ἐπεμίσγετο κατὰ μάθησιν, λέγω δὴ τοῖς ἁγίοις ἀποστόλοις, οὐκ ἔτι μὲν ζῶσιν Ἰουδαϊκῶς, ἐν ὑπολήψει δὲ ὥσπερ γεγονόσι τῶν ἑτερογενῶν· τότε δὴ, τότε νοητῶς διεπαρθενεύετο, τῆς ἐν Χριστῷ πολιτείας καὶ εὐαγγελικῆς τὰ σπέρματα παρ’ αὐτῶν δεχομένη. Ἀλλ’ ἠγανάκτουν πρὸς τοῦτο τῶν Ἰακὼβ παίδων τινὲς Συμεὼν καὶ Λευὶ, τουτέστιν, οἵ τε ἐν ὑπηκόων κείμενοι τάξει, καὶ σὺν αὐτοῖς τὸ ἱερὸν καὶ ἀπόλεκτον γένος. Ἑρμηνεύεται μὲν γὰρ Συμεὼν ὑπακοή· Λευὶ δὲ προσειλημμένος ἢ ἀπόλεκτος. Ὅτι δὲ τοῖς ἀγίοις ἀποστόλοις ἐπεφύοντο δεινῶς οἱ τῆς κατὰ νόμον ἱεροσύνης λαχόντες τὰ αὐχήματα, συνθεόντων αὐτοῖς καὶ λαῶν, πῶς ἔστιν ἀμφιβάλλειν; Ἐπέτριζον δὲ τοὺς ὀδόντας, τῶν ὑπ’ αὐτοῖς γεγονότων τὴν ἐπιστροφὴν καταφθορὰν ὀνομάζοντες, καὶ οἷά τι τῶν ἄγαν ἐκτόπων ἐπιφέροντες ἐγκλημάτων· Ἰδοὺ γὰρ, ἔφασκον, πεπληρώκατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν. Ἐπειδὴ δὲ κατωνείδιζον ὡς οὐκέτι ζῶντας Ἰουδαϊκῶς, ἐμάνθανον ὅτι τετίμητο παρ’ αὐτοῖς ἡ περιτομή· τὸ διατειχίζον δὲ ὅλως εἰς διαφορὰν οὐδέν· εἴπερ ἕλοιντο νοεῖν τὰ Μωσέως καθ’ ὃν ἔδει τρόπον. Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ, φησὶ, Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή· ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι. Ὁρᾷς ὅπως οἱ δόξαν ἔχοντες ἀλλογενῶν συνεσχηματίζοντο τοῖς Ἰουδαίοις, τὴν ἐν πνεύματι περιτομὴν, καὶ τὸν ἐν τῷ κρυπτῷ περιφέροντες Ἰουδαῖον. Ἀλλὰ καὶ οὕτως ἀπεκτόνασι προανελόντες προφήτας, καὶ αὐτὸν δὲ τὸν Ἐμμανουήλ. Συνετέλεσαν τοίνυν, φησὶν, ἀδικίαν Συμεὼν καὶ Λευὶ, ἐξ αἱρέσεως αὐτῶν· συμπεφωνήκασι γὰρ καὶ συνέβησαν ἀλλήλοις εἰς τὴν κατὰ τῶν ἁγίων ἀδικίαν ὅ τε Συμεὼν καὶ μέν τοι καὶ ὁ Λευὶ, τουτέστι λαοί τε καὶ ἱερεῖς. Τὸ δὲ ἐξ αἱρέσεως αὐτῶν, ἀντὶ τοῦ κατὰ σκέψιν καὶ βούλησιν. Οὐ γὰρ ἔκ γε τοῦ συμβεβηκότος ἁπλῶς τὰ δεινὰ τῶν πεπονθότων κατεσχεδιάζετο, ἀλλ’ οὐδὲ ἀπροβούλευτα τὰ τολμήματα καὶ τὸ ἔκτοπον θράσος· ἀλλ’ ἐκ συνεδρίων αὐτῶν ἐπὶ τὸ δρᾷν ᾔεσαν τὰ παντὸς ἐπέκεινα κακοῦ. Παραιτεῖται δὴ οὖν ὁ θεσπέσιος Ἰακὼβ τὴν ἐπὶ τῷδε σύνθεσιν, τὰς κοινοβουλίας, τὴν σκέψιν. Μὴ γὰρ εἰσέλθοι, φησὶν, ἡ ψυχή μου εἰς βουλὴν αὐτῶν, καὶ ἐπὶ τῇ συστάσει αὐτῶν μὴ ἐρεῖται τὰ ἥπατά μου. Ὅμοιον γὰρ ὡς εἰ λέγοι· μήτε τοῖς τῆς διανοίας ὄμμασιν ἐνατενίσαιμί ποτε ταῖς τοιαῖσδε βουλαῖς, μήτε μὴν εἰς καρδίαν ὅλως παραδεξαίμην πώποτε τὰ παγχάλεπα ταυτὶ τῶν ἠσεβηκότων σκέμματα. Οὕτω καὶ ὁ προφήτης Ἡσαΐας τοὺς τῶν Ἰουδαίων δήμους ταλανίζει, λέγων· Οὐαὶ τῇ ψυχῇ αὐτῶν, διότι βεβούλευνται βουλὴν πονηρὰν, καθ’ ἑαυτῶν εἰπόντες, Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι. Ψάλλει δὲ καὶ ὁ Δαβίδ· Μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἀμαρτωλῶν οὐκ ἔστη. Καὶ πάλιν· Ἐμίσησα ἐκκλησίαν πονηρευομένων, καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω. Ἀποφοιτᾷ τοιγαροῦν ὁ θεσπέσιος Ἰακὼβ τῶν Ἰουδαϊκῶν σκεμμάτων· ἐπιλέγει δὲ τὰς αἰτίας, καί φησιν, Ὅτι ἐν τῷ θυμῷ αὐτῶν ἀπέκτειναν ἀνθρώπους, καὶ ἐν τῇ ἐπιθυμίᾳ αὐτῶν ἐνευροκόπησαν ταῦρον. Ἀπεκτόνασι μὲν γὰρ ἁγίους, ὡς ἔφην, ἀνοσίῳ θυμῷ πρὸς ὠμότητα καὶ ἀπανθρωπίαν στρατηγούμενοι, ἀνήνυτον δὲ καὶ ἀκατάσκεπτον ἐπιθυμίαν παντελῶς εἰς νοῦν ἑλόντες οἱ τάλανες, ἐνευροκόπησαν ταῦρον, τουτέστι Χριστόν. Καὶ τίς ἡ ἐπιθυμία, προλαβόντες εἰρήκαμεν. Ἐπεγνωκότες μὲν γὰρ ὅτι κληρονόμος ἐστὶν, ἐπεθύμησαν ἔχειν τὴν κληρονομίαν αὐτοῦ.