Ancient Greek · ~14 min
Part Ex, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΕΞΟΔΟΝ ΛΟΓΟΣ ΠΡΩΤΟΣ., Περὶ γενετῆς Μωσέως.
Cyrillus Theol., Glaphyra in Pentateuchum 3.1-16
Not analysed yet
γ· Ἀλλ’ ἱστάσθω μὲν ἐν τούτῳ τῆς ἱστορίας ὁ λόγος. Φράζωμεν δὲ ἤδη, τοῖς ἐσωτάτω θεωρήμασιν ἐνιέντες τὸν νοῦν, ὅτι, τῆς ἀνθρώπου διανοίας ἐγκειμένης ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ, ἐνδείᾳ τῶν ἄνωθεν ἀγαθῶν, ἅπαν, ὡς ἔπος εἰπεῖν, τὸ ἐπὶ γῆς ἐφθείρετο γένος, καὶ λιμὸς οἷά τις τῶν οὐρανίων ἡμᾶς κατεβόσκετο μαθημάτων, καθάπερ ἀμέλει καταθρήσαιμεν ἂν καὶ τὸν ὡς ἐν τύπῳ παραβολῆς γραφόμενον ἄσωτον, ὃς τὴν πατρῴαν οὐσίαν ἐν ἀλλοδαπῇ κατεδήδοκεν, ἐπεθύμει τε χορτασθῆναι τῶν κερατίων [ὧν ἤσθιον] οἱ χοῖροι. Ταύτῃτοι προσδεδραμήκαμεν τοῖς γεωδεστέροις, ἀφέντες τὸ ἄμεινον καὶ τὸ δεῖν ἐφίεσθαι τῶν λυσιτελεστέρων, δι’ ὧν ἦν εἰκὸς εὐμενείας τῆς ἄνωθεν οὐχ ἁμαρτεῖν, καὶ οἰκειότητα τὴν ὡς πρὸς Θεὸν πλουτοῦντας ὁρᾶσθαι. Διωλισθηκότες δὴ οὖν παντὸς τοῦ ἀνέχειν ἰσχύοντος εἴς γε τὸ εὖ εἶναι καὶ μετὰ Θεοῦ, ταμίαν μὲν οὐκέτι τῶν καθ’ ἡμᾶς ἐποιούμεθα τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Δεσπότην. Γῆς δὲ ὥσπερ ἀγίας, τῆς φιλοθέου ζωῆς ἐκκεχωρηκότες, καὶ εἰς τὴν αἰσχίω τε καὶ ἀκαλλεστέραν, καὶ ὑπὸ τῷ διαβόλῳ κειμένην μονονουχὶ κατεῤῥυηκότες, ἐν ἴσῳ γεγόναμεν τοῖς ἐκ Χαναὰν κατοιχομένοις εἰς Αἴγυπτον, καὶ ὑπὸ χεῖρα γεγενημένοις τὴν Φαραώ τε καὶ Αἰγυπτίων, οἳ ταῖς τῶν δαιμονίων λατρείαις ἐκτόπως ἐγκείμενοι, καὶ πᾶν εἶδος φαυλότητος οὐκ ἀνεπιτήδευτον ἔχοντες, παραδείξειαν ἂν ὡς ἐν εἰκόνι λοιπὸν ἐν ἑαυτοῖς αὐτόν τε τὸν Σατανᾶν, καὶ τοὺς ὑπ’ αὐτῷ, οὓς καὶ θεοὺς ἐνόμιζον, ἐκκεκρουσμένους μὲν τῆς ἀρίστης φρονήσεως, ἀχλύν τε καὶ σκότον τὸν ἐξ ἀμαθείας ἠῤῥωστηκότες. Ἐπειδὴ δὲ ὑπὸ δεινῷ καὶ ἀλιτηρίῳ δεσπότῃ γεγόναμεν, φημὶ δὴ τῷ Σατανᾷ, πηλῷ καὶ πλινθείᾳ κατετρυχόμεθα, φημὶ δὴ τοῖς περὶ γῆν τε καὶ τοῖς ἐν αὐτῇ βδελυρωτάτοις σπουδάσμασιν οὐκ ἀνιδρωτὶ τελουμένοις. Οὐ γὰρ ἀπήλλακται πόνων, κἂν εἰ τὸ εἰκαῖον ἔχοι τυχὸν, ὁ τοῦδε τοῦ βίου περισπασμός. Ἐπιστάτας δὲ ὥσπερ τῶν ἔργων τῶν ὅτι μάλιστα φιλτάτων αὐτῷ κατεχειροτόνησε τῶν ἀδικουμένων ὁ Σατανᾶς τοὺς ἀκαθάρτους δαίμονας, ἤτοι τὰς ὑπ’ αὐτῷ δυνάμεις, οἳ ταῖς πολυτρόποις τῶν παθῶν πλεονεξίαις τὸν ἑκάστου τῶν ἐπὶ τῆς γῆς καταφορτίζουσι νοῦν, δεδιότες, οἶμαι, μὴ ἄρα που σχολαῖον τῆς διανοίας τὸν ὀφθαλμὸν ἀνέντες πρὸς Θεὸν, τῆς ὑπ’ αὐτῷ δουλείας ἐκλύσειαν τὸν αὐχένα· φιλελευθέρα γὰρ λίαν ἡ ἀνθρώπου φύσις. Ὅτι δὲ δόξα καὶ πλοῦτος τοῖς ἀκαθάρτοις δαίμοσι καὶ αὐτῷ τῷ Σατανᾷ λελόγισταί τε καὶ ἔστιν ὁ εἰκαῖος ἡμῶν περισπασμὸς, καὶ οἱ περὶ σάρκα πόνοι, καὶ σπουδὴ βλέπουσα πρὸς τὰ γεωδέστερα, παραδείξειεν ἂν αἰνιγματωδῶς τὸ πόλεις ἐγείρειν τῷ Φαραὼ τοῖς ἐξ Ἰσραὴλ, πηλῷ καὶ πλινθείᾳ τρυχομένοις· κατεστυγμένον τε ὅτι ποιεῖται τὸ ἄρσεν, τουτέστι, τὸ νενευκὸς εἰς ἀνδρείαν, δῆλον δὲ ὅτι τὴν ἐπ’ ἀρεταῖς. Μονονουχὶ δὲ καὶ ἀποπνίγει τὸ μάχιμον τοῖς τῶν ἡδονῶν ἐγκαθιεὶς τέλμασιν, προσίεται δὲ τὸ μὴ εὐσθενὲς, καὶ ὡς ἄχρηστον ἀμαχεὶ τοῖς ἰδίοις ὑποφέρει ζυγοῖς, ἐκδείξειεν οὐκ ἀσυμφανῶς τὸ ῥίπτεσθαι μὲν δεῖν τὸ ἄρσεν ἐν ὕδασι λέγειν, ζωογονεῖσθαι δὲ τὸ θῆλυ. Τύπος γὰρ ἂν γένοιντο τῶν ἀφανεστέρων τὰ ὡς ἐν ὄψει τε καὶ ἐναργείᾳ. Οὐκοῦν ἄνωθέν τε καὶ ἐκ πατέρων ἠῤῥωστηκότες τὴν ἁμαρτίαν, καὶ τῇ τῶν ἀγαθῶν ἐνδείᾳ πεπιεσμένοι, τάχα που καὶ ἀβουλήτως οἱ τάλανες τῷ τῆς κακίας ἐξάρχοντι Σατανᾷ κατεζεύγμεθα, καὶ τοῖς τῆς φαυλότητος ἐπιστάταις ὑπενηνέγμεθα, φημὶ δὴ τοῖς ἀκαθάρτοις δαίμοσι, καὶ ἦν ἐν λοίσθῳ τοῦ παντὸς ἤδη κακοῦ τὰ καθ’ ἡμᾶς, ἐκλελοιπότος οὐδενὸς τῶν εἰς ἀθλιότητα καὶ ταλαιπωρίαν, πλὴν ἠλέει Θεὸς, ἐξείλετό τε καὶ σέσωκε. Καὶ τίνα δὴ τρόπον, διὰ τῶν ἐφεξῆς καὶ παρεζευγμένων εἰσόμεθα. Παροίσομεν γὰρ εἰς εἰκόνα καὶ ὑποτύπωσιν τῆς διὰ Χριστοῦ σωτηρίας τὰ ἐπὶ τῷ θεσπεσίῳ Μωσεῖ γεγραμμένα.