Ancient Greek · ~24 min
Part Ex, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΕΞΟΔΟΝ ΛΟΓΟΣ ΠΡΩΤΟΣ., Περὶ γενετῆς Μωσέως.
Cyrillus Theol., Glaphyra in Pentateuchum 4.1-9
Not analysed yet
δ. Ἦν δέ τις ἐκ τῆς φυλῆς Λευῒ, ὃς ἔλαβεν ἐκ τῶν θυγατέρων Λευῒ, καὶ ἔσχεν αὐτὴν, καὶ ἐν γαστρὶ ἔλαβεν, καὶ ἔτεκεν ἄρσεν. Ἰδόντες δὲ αὐτὸ ἀστεῖον, ἐσκέπασαν αὐτὸ μῆνας τρεῖς. Ἐπειδὴ δὲ οὐκ ἠδύναντο ἔτι κρύπτειν αὐτὸ, ἔλαβεν ἡ μήτηρ αὐτοῦ θίβην, καὶ κατέχρισεν αὐτὴν ἀσφάλτῳ πίσσῃ, καὶ ἐνέβαλε τὸ παιδίον εἰς αὐτὴν, καὶ ἔθηκεν αὐτὴν εἰς τὸ ἕλος περὶ τὸν ποταμόν. Καὶ κατεσκόπευεν ἡ ἀδελφὴ αὐτοῦ μακρόθεν, μαθεῖν τί τὸ ἀποβησόμενον αὐτῷ. Κατέβη δὲ ἡ θυγάτηρ Φαραὼ λούσασθαι ἐπὶ τὸν ποταμὸν, καὶ αἱ ἅβραι αὐτῆς παρεπορεύοντο παρὰ τὸν ποταμόν. Καὶ ἰδοῦσα θίβην ἐν τῷ ἕλει, ἀποστείλασα τὴν ἅβραν, ἀνείλετο αὐτήν. Ἀνοίξασα δὲ, ὁρᾷ παιδίον κλαῖον ἐν τῇ θίβῃ, καὶ ἐφείσατο αὐτοῦ ἡ θυγάτηρ Φαραὼ, καὶ ἔφη· Ἀπὸ τῶν παιδίων τῶν Ἑβραίων τοῦτο. Καὶ εἶπεν ἡ ἀδελφὴ αὐτοῦ τῇ θυγατρὶ Φαραώ· Θέλεις καλέσω σοι γυναῖκα τροφεύουσαν ἐκ τῶν Ἑβραίων, καὶ θηλάσει σοι τὸ παιδίον; Ἡ δὲ εἶπε· Πορεύου. Ἀπελθοῦσα δὲ ἡ νεᾶνις ἐκάλεσε τὴν μητέρα τοῦ παιδίου. Εἶπε δὲ αὐτῇ ἡ θυγάτηρ Φαραώ· Διατήρησόν μοι τὸ παιδίον τοῦτο, καὶ θήλασόν μοι αὐτὸ, ἐγὼ δὲ δώσω σοι τὸν μισθόν. Ἔλαβε δὲ ἡ γυνὴ τὸ παιδίον, καὶ ἐθήλασεν αὐτόν. Ἀνδρυνθέντος δὲ ἤδη τοῦ παιδίου, εἰσήγαγεν αὐτὸ πρὸς τὴν θυγατέρα Φαραὼ, καὶ ἐγενήθη αὐτῇ εἰς υἱόν. Ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ, Μωσῆς, λέγουσα· Ἐκ τοῦ ὕδατος ἀνειλόμην αὐτόν. Ἐπειδὴ γὰρ ὁ Θεὸς καὶ Πατὴρ ἠλέει λοιπὸν τὴν ὑπ’ οὐρανὸν, ἀνοσίῳ τυράννῳ καὶ ὠμοτάτῳ λῃστῇ θητεύουσαν, τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, κατὰ τὸ γεγραμμένον, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν. Ἐν μορφῇ γὰρ ὑπάρχων καὶ ἰσότητι τῇ πρὸς αὐτὸν, ὁ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ κατὰ φύσιν Υἱὸς, καθεὶς ἑαυτὸν εἰς κένωσιν, γέγονε καθ’ ἡμᾶς, ὥς φησιν ὁ σοφὸς εὐαγγελιστὴς Ἰωάννης, εἰς τὰ ἴδια ἦλθεν. Ἀπεστάλη γὰρ, ὡς αὐτός πού φησιν, εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ· ἀλλ’ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. Τοιγάρτοι καὶ λίαν ἐπῃτιᾶτο αὐτοὺς διὰ φωνῆς Ἡσαΐου λέγων· Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, ἡ γῆ, ὅτι Κύριος ἐλάλησεν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Ἔγνω βοὺς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκε. Προσκεκρουκότων δὴ οὖν τῶν ἐξ αἵματος Ἰσραὴλ καὶ τὸν φύσει τε καὶ ἀληθῶς Δεσπότην οὐκ ἐπεγνωκότων, εἰσκέκληνται διὰ πίστεως οἱ τῶν εἰδώλων προσκυνηταὶ, καὶ ἡ τῶν ἀθέων ἀνοσία τε καὶ βδελυρωτάτη πληθὺς ἐπέγνω τὸν Λυτρωτήν. Καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς προφητῶν τοῖς ἐξ Ἰσραὴλ προαναφωνούμενον· Καθέστηκα ἐφ’ ὑμᾶς σκοπούς. Ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος· καὶ εἶπαν· Οὐκ ἀκουσόμεθα. Διὰ τοῦτο ἤκουσε τὰ ἔθνη, καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια αὐτῶν. Ἄκουε, γῆ· Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακὰ, τὸν καρπὸν ἀποστροφῆς αὐτῶν, ὅτι τῷ λόγῳ μου οὐ προσέσχον, καὶ τὸν νόμον μου ἀπώσαντο. Ἄθρει δὴ οὖν, ἄθρει περιφανῶς τὸ μυστήριον, καὶ ὡς ἔν γε τοῖς κατὰ Μωσέα, καθάπερ ἔφην ἀρτίως. Γέγονε μὲν ὁ θεσπέσιος Μωσῆς ἐκ φυλῆς τε καὶ αἵματος τοῦ Λευΐ. Κεχρημάτικε δὲ καὶ αὐτὸς ὁ Ἐμμανουὴλ, ὅσιός τε καὶ ἄκακος, καὶ ἀρχιερεὺς ὅλος ὢν ἱερός· εἰ καὶ ἐκ τῆς Ἰούδα νοοῖτο φυλῆς, ἵνα καὶ ὑμνητὸς καὶ βασιλεὺς εἶναι πιστεύηται, καὶ ὅτι μὴ κατὰ σάρκα τὸ ἱερὸν αὐτῷ, καθάπερ ἀμέλει καὶ τοῖς Ἰουδαίων καθηγηταῖς, ἀλλ’ ὡς Θεῷ τε καὶ βασιλεῖ τῶν ὅλων ἐν ἁγιασμῷ τε καὶ δόξῃ. Οὐκοῦν ὁ τύπος ἐν σαρκικοῖς, ἵν’ ὑπὲρ σάρκα τὸ ἀληθὲς, τουτέστι Χριστὸς, ὃς ἀρτιγενὲς νοεῖται παιδίον διά τοι τὴν τῆς θεότητος ἀκακίαν, ἤγουν ὅτι γέγονε νέα κτίσις. Ἀποδυσάμενοι γὰρ τὴν ἐν φθορᾷ παλαίωσιν, εἰς καινότητα ζωῆς μετακεχωρήκαμεν ἐν αὐτῷ. Νέα δὲ ὥσπερ κτίσις τὸ βρέφος. Ὅτι δὲ ἀκακίας σύμβολον τὸ ἀρτιγενές ἐστι παιδίον, ἀταλαίπωρον ἰδεῖν καὶ ἐξ αὐτῶν, εἴπερ ἕλοιτό τις, τῶν τοῦ Σωτῆρος παραδεῖξαι λόγων. Γύναια μὲν γὰρ προσεπόθει ποτὲ, καὶ δὴ καὶ βρέφη προσῆγον, ἵνα ἐπιθῇ αὐτοῖς τὰς χεῖρας, καθὰ γέγραπται. Ὄχλον δὲ νομίσαντες εἶναι, ἀπεῖργον οἱ μαθηταί. Ὁ δὲ πρὸς αὐτούς· Ἄφετε τὰ παιδία, φησὶ, καὶ μὴ κωλύσητε αὐτὰ ἔρχεσθαι πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. Ἐπειδὴ δέ ποτε καὶ διαλογισμὸς εἰσῆλθεν ἐν αὐτοῖς, τίς ἄρα μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ἔφη γὰρ οὕτως ἡμῖν ὁ σοφὸς εὐαγγελιστής· ἐπιλαβόμενος, φησὶ, παιδίον, ἔστησεν αὐτὸ ἐν μέσῳ, καὶ εἶπεν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία ταῦτα, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Καὶ τί τὸ στραφῆναι, καὶ τοῖς παιδίοις ἡμᾶς ἐξομοιοῦσθαι φιλεῖν, διεσάφει γράφων ὁ μακάριος Παῦλος· Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε· ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε. Ἄραρεν οὖν ὅτι διὰ τὴν τῆς θεότητος ἀκακίαν ὡς ἐν νηπίῳ Χριστὸς σημαίνεται. Σεσίγηται δὲ καὶ ἐν τοῖς ἱεροῖς Γράμμασιν οἰκονομικῶς ὁ Μωσέως πατήρ. Καὶ γὰρ ἐνὸν εἰπεῖν· Ὁ δεῖνα τυχὸν ἔλαβεν ἐκ τῶν θυγατέρων Λευΐ· τὸ δὲ, Ἦν τις, φησὶν, ὅτι καὶ ἀπάτωρ τὸ κατὰ σάρκα Χριστὸς πλαγίως ὑποδηλῶν, πλὴν ἐν ὑποψίᾳ γέγονε πατήρ· ἐνομίζετο γὰρ υἱὸς εἶναι Ἰωσήφ. Ἀλλ’ ἦν ἀστεῖον, φησὶ, τὸ παιδίον. Καὶ γὰρ ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων ὠνόμασταί τε καὶ ἔστι Χριστός. Ἐπεφώνει δὲ αὐτῷ καὶ ἑτέρωθί που πάλιν ὁ θεσπέσιος Δαβίδ· Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατὲ τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου. Νοητέον δὲ ὅτι τὸ κάλλος τὸ ὡς ἐν δόξῃ τε, φημὶ, καὶ φύσει τῆς ὑπὲρ πάντα θεότητος οὐκ ἂν ἐνδοιάσειέ τις· οὐ γὰρ δή που τὰ σαρκὸς αὐχήματα περιθείη τις αὐτῷ Χριστῷ, καὶ εἰς δόξαν αὐτοῦ καταλογιεῖται, πολλοῦ γε δεῖ. Κένωσις γὰρ αὐτῷ καὶ ταπείνωσις τῆς μετὰ σαρκὸς οἰκονομίας ὅλον ἐστὶ τὸ μυστήριον. Γράφει δέ που καὶ ὁ προφήτης Ἡσαΐας περὶ αὐτοῦ· Καὶ εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Καὶ οὐ δή πού φαμεν, ὅτι τῶν τῆς θεότητος αὐχημάτων ὁ τοῦ προφήτου καταγορεύει λόγος, ἐκεῖνο δὲ μᾶλλον ἀναπείθει νοεῖν, ὅτι τῇ τῆς θεότητος δόξῃ συγκρινόμενα τὰ σαρκὸς, οὐδενὸς ἄξια φανεῖται λόγου. Ἐν εἴδει γὰρ πέφηνεν ὁ Υἱὸς τῷ λίαν ἀκαλλεστάστῳ. Θεὸς γὰρ ὢν κατὰ φύσιν, γέγονε καθ’ ἡμᾶς. Ἀμέτρητον δὲ τὸ μεσολαβοῦν, καὶ ἀσυγκρίτοις διαφοραῖς μειονεκτεῖται Θεοῦ τὸ ἀνθρώπινον.