Ancient Greek · ~22 min
Part Ex, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΕΞΟΔΟΝ ΛΟΓΟΣ ΠΡΩΤΟΣ., Ἔτι περὶ Μωσέως.
Cyrillus Theol., Glaphyra in Pentateuchum 3.1-17
Not analysed yet
η. Μετακεχώρηκε τοίνυν ἐκ τῆς Αἰγυπτίων εἰς Μαδιὰμ ὁ Μωσῆς, ἐν ἴσῳ δὲ τρόπῳ καὶ ὁ Χριστὸς ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν. Ἄθρει δὲ ὅτι μία μὲν ἡ Λευῒ θυγάτηρ ἡ τὸν ἱερὸν τεκοῦσα Μωσέα. Πλείους δὲ μὴν καὶ ἑπτὰ τὸν ἀριθμὸν αἱ Ἰοθὸρ τοῦ Μαδιηναίου. Μία μὲν γὰρ καὶ ἡ τῶν Ἰουδαίων πληθὺς, ἐξ ἧς καὶ γεγέννηται κατὰ σάρκα Χριστὸς, ὡς ἐν τύπῳ τῷ κατὰ Μωσέα. Πολλαὶ δὲ λίαν αἱ οἱονεὶ τοῦ κόσμου θυγατέρες, εἴτουν ἀγέλαι τυχὸν ἐν αὐτῷ κατοικούντων ἐθνῶν. Ἀφεὶς οὖν ἄρα Χριστὸς τὴν ὅθεν ἐξέφυ κατὰ τὴν σάρκα Συναγωγὴν, ἐπὶ τὰς πολλὰς τῶν ἐθνῶν ἀπονένευκεν ἀγέλας· ἃς πονηροὶ ποιμένες κατεβιάζοντο, τουτέστιν, οἱ κοσμοκράτορες τοῦ κόσμου τούτου. Διέσωσε δὴ αὐτός. Ἀλλὰ φέρε λέγωμεν τῆς πλεονεξίας τὸν τρόπον τὸν τῆς ἀρωγῆς προσεπάγοντες. Ἔθος τῇ θείᾳ Γραφῇ λάκκῳ παρεικάζειν τὴν ἔμφυτον ἐν ἡμῖν περὶ Θεοῦ γνῶσιν, καὶ καθ’ ἣν ἕκαστα τῶν πρακτέων ποδηγούμεθα. Ἀναβρύει γὰρ ὥσπερ ἐν ἡμῖν καθάπερ ἀπὸ πηγῆς τοῦ νοῦ καὶ ἡ παντὸς εἴδησις ἀγαθοῦ, καὶ τῆς περὶ Θεοῦ δόξης ἡ ὡς ἐν ἐσόπτρῳ τε καὶ αἰνίγματι γνῶσις. Καὶ γοῦν τοὺς τῆς εἰς Θεὸν ἀγάπης ὀλιγωρήσαντας, μετακεκλιμένους δὲ ἀνοσίως ἐπὶ τὸ χρῆναι τοῖς δαίμοσιν ἀνάπτειν τὸ σέβας, κατῃτιᾶτο λέγων διὰ φωνῆς Ἱερεμίου· Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς, καὶ ἔφριξεν ἐπὶ πλεῖον ἡ γῆ σφόδρα, λέγει Κύριος, ὅτι δύο πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν. Λατρεία γὰρ ἡ ψευδώνυμος, λάκκος οἷά τίς ἐστι συντετριμμένος· οὐ γὰρ ἂν ἀρύσαιτό τις ἐκεῖθεν τὸν ζωοποιεῖν ἰσχύοντα λόγον· πηγὴ δὲ ζωῆς ἀληθῶς ἡ ἀμώμητος περὶ Θεοῦ γνῶσις. Οὐκοῦν τῆς ἐμφύτου γνώσεως εἰκὼν ἂν εἴη λοιπὸν ὁ λάκκος ἡμῖν. Ἀλλὰ ἕως μὲν πρὸς εἴδησιν τὴν ἐπὶ Θεῷ ὀρθῷ καὶ ἀκαταβιάστῳ κεχρήμεθα νῷ, κατευθὺ τῆς ἀληθείας ἥξομεν. Εἰ δὲ ταῖς τῶν δαιμονίων ἀπάταις πλεονεκτούμενος παρατρέποιτό τις ἐπὶ τὸ αὐτῷ δοκοῦν, τὰς ἰδίας ἐκείνοις δαπανήσει σπουδάς. Τοῦτο, οἶμαι, ἔστιν αἰνιγματωδῶς τὸ ἀρύσαθαι μὲν τὸ ὕδωρ τὰς Ἰοθὸρ θυγατέρας, σὺν βίᾳ δὲ τοῦτο τοὺς πλεονεκτοῦντας ἑλεῖν. Ἐν τοιαύταις εἶναί φαμεν ἀῤῥωστίαις τοὺς πεπλανημένους, παρατρεπομένης αὐτοῖς τῆς ἐμφύτου γνώσεως ἐπὶ τὸ ἀκαλλὲς, τουτέστιν, εἰς πλάνησιν, καὶ εἰς τὸ τοῖς δαιμονίοις χρήσιμον. Ἀλλ’ ἐπήμυνεν ὁ Χριστός. Ἀπεσόβησε μὲν γὰρ τοὺς ἀλιτηρίους ψευδοποιμένας, πεπότικε δὲ τὸ ὕδωρ τὸ ζῶν, τουτέστι, τὸ θεῖον αὐτοῦ καὶ οὐράνιον κήρυγμα. Τοιγάρτοι καὶ ἔφασκεν· Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. Οὐκοῦν παραληψώμεθα μὲν τὸν Ἰοθὸρ εἰς τὸ τοῦ κόσμου πρόσωπον τοῦ περισσότητος καὶ ἐξιτηλίας μεμεστωμένου. Θυγατέρας δὲ εἶναί φαμεν τὰς ἑπτὰ τὰς ἁπανταχοῦ τῶν ἐθνῶν ἀγέλας, ὡς ἐφ’ ἑκάστῃ τῶν θυγατέρων Ἰοθὸρ πληθύος σημαινομένης. Οἱ δέ γε ποιμένες οἱ πονηροί τε καὶ βιαιότατοι νοοῖντ’ ἂν εἰκότως τὰ τῶν δαιμονίων στίφη. Ὁ δὲ ἐπαμύνων Χριστὸς, ὁ καὶ θείοις ἡμᾶς ἐκμεθύσκων νάμασιν. Ἐπειδὴ δὲ τὰς τῶν ἀνοσίων ποιμένων πλεονεξίας διέδρων αἱ νεάνιδες, ὑπονοστοῦσι πρὸς Ῥαγουὴλ τὸν ἑαυτῶν πατέρα, φημὶ δὴ τὸν Ἰοθόρ. Ἐρομένου δὲ αὐταῖς τῆς ἀσυνήθους ταχύτητος τὴν αἰτίαν, τὴν Μωσέως ἐπικουρίαν εὐθὺς ἀπαγγέλλουσιν. Ὁ δὲ εἰσοικίζεται παραχρῆμα τὸν ἄνθρωπον, καὶ Σεπφώραν αὐτῷ δίδωσι γαμεῖν τῶν ἑαυτοῦ θυγατέρων τὴν προὔχουσαν καὶ εὐπρεπεστάτην· ἡ δὲ τέτοκε Γηρσάμ. Ἐπειδὴ γὰρ ὠφέλησε Χριστὸς τὰ ἐν κόσμῳ τῶν ἐθνῶν συστήματα, ἐγνωρίζετο μὲν αὐτῷ μυσταγωγούντων αὐτῷ τῶν δι’ αὐτοῦ σεσωσμένων, ὅτι καὶ ἐπαμύνειν οἷός τε καὶ μὴν καὶ χειρὸς ἐξελέσθαι ῥᾳδίως τῶν ἀδικεῖν ᾑρημένων. Οὕτω τε λοιπὸν προσιστᾷ μὲν ἀσμένως, καθὰ καὶ Ῥαγουὴλ Μωσέα τὸν ἱερώτατον. Συμβαίνει δὲ ὥσπερ εἰς οἰκειότητα τὴν ὡς πρὸς αὐτὸν νύμφην οἷά τινα περικαλλεστάτην παριστὰς αὐτῷ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, ἢ διὰ τῆς Σεπφώρας νοεῖται. Διερμηνεύεται γὰρ ἐπίσκεψις ἢ ὡραία, καὶ μέν τοι καὶ χάρις πνοῆς. Ἐπεσκέψατο γὰρ ἀνατολὴ ἐξ ὕψους τὴν ὡς ἀληθῶς ἐκπρεπῆ καὶ ὡραίαν, φημὶ δὴ τὴν Ἐκκλησίαν, καὶ δῶρον αὐτῆς καὶ ξένιον οὐρανοῦ κεχάρισται τῆς ἑαυτοῦ πνοῆς τὴν ἐπίδοσιν, φημὶ δὴ τὴν τοῦ ἁγίου Πνεύματος μέθεξιν. Ἡ δὲ τέτοκεν αὐτῷ τὸν Γηρσὰμ, φημὶ δὴ λαὸν τὸν πάροικον ἀληθῶς. Οἱ γάρ τοι τῷ θείῳ κατεσφραγισμένοι Πνεύματι, καὶ τῆς ἄνωθεν ἐπισκοπῆς ἀξιούμενοι, καὶ εἰς ὡραιότητα διαπεπλασμένοι τὴν ὡς πρὸς Υἱὸν, πάροικοι, κατὰ τὸ ἀληθὲς, εἰσὶν ἐν τῷδε τῷ κόσμῳ. Ἁρμόσειε δ’ ἂν αὐτοῖς ὅτι μάλιστα διακεκραγέναι τε καὶ λέγειν· Οὐκ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Περιπατοῦντες γὰρ ἐπὶ γῆς, ἐν οὐρανῷ πολιτεύονται, καὶ γλίχονται μὲν οὐδαμῶς τῶν ἐν τῷδε τῷ κόσμῳ πραγμάτων· μεταποιοῦνται δὲ σφόδρα τῶν εἰς αἰῶνα τὸν μέλλοντα. Ἀκολουθεῖν γὰρ ἐγνώκασι διὰ τῆς ὄντως ἀστείας καὶ τετορνευμένης ζωῆς τῷ δι’ ἡμᾶς καθ’ ἡμᾶς καὶ ἐν τῷδε τῷ κόσμῳ παρῳκηκότι Χριστῷ. Πεφρόνηκε γὰρ οὐ τὰ τοῦδε τοῦ κόσμου, πολλοῦ γε καὶ δεῖ· τύπος δὲ μᾶλλον ἡμῖν τῆς ὑπερκοσμίου καὶ ἐννομωτάτης πέφηνε ζωῆς. Ἐπιτήρει δὲ ὅπως οἰκονομικῶς δὴ λίαν τὸ Γράμμα τὸ ἱερὸν, τὸν τῶν ἑπτὰ νεανίδων πατέρα, πρὶν μὲν εἰς αὐτὰς γενέσθαι τὴν διὰ Μωσέως ἐπικουρίαν, ὠνόμασεν Ἰοθὸρ, εἶτα μετὰ τοῦτο Ῥαγουήλ· καὶ Ἰοθὸρ μὲν περιττότης, ἤτοι περιττὸς ἑρμηνεύεται, καθάπερ ἤδη προεῖπον, Ῥαγουὴλ δὲ ποιμασία Θεοῦ. Κεχρήσομαι γὰρ τῇ λέξει διὰ τὸ χρήσιμον. Ἐλέγομεν δὲ τὸ τοῦ κόσμου πρόσωπον περιθέντες αὐτῷ, ὅτι περιττὸς καὶ εἰκαῖος ἀληθῶς ὁ ἐν κόσμῳ περισπασμός. Ἀλλ’ ἦν μὲν ἐν τούτοις πρὶν ὠφεληθῆναι παρὰ Χριστοῦ τὸν τῶν νεανίδων χορόν. Ἐπειδὴ δὲ πλεονεξίας ἐξῄρηνται, καὶ τῆς τῶν ἀνοσίων ποιμένων ἔξω τέθεινται χειρὸς, τότε δὴ, τότε μετωνόμασται Ῥαγουὴλ, ὅ ἐστι Θεοῦ ποίμνιον, ἤτοι ποιμασία, κατά γε τὴν τῆς ἑρμηνείας δύναμιν. Ὑποδεδράμηκε γὰρ τὴν χεῖρα τοῦ πάντων ἀρχιποίμενος, φημὶ δὴ Χριστοῦ· δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.