Ancient Greek · ~30 min
Part Ex, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΕΞΟΔΟΝ ΛΟΓΟΣ ΠΡΩΤΟΣ., Ἔτι περὶ Μωσέως.
Cyrillus Theol., Glaphyra in Pentateuchum 2.1-13
Not analysed yet
ζ. Διεπύθου δὲ ὅτι μέγας γενόμενος Μωσῆς, ἐξῆλθε πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ. Καὶ γάρ ἐστιν ἀληθὴς ὁ θεσπέσιος γράφων Παῦλος· Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον. Τίς δὴ οὖν ἄρα νοοῖτ’ ἂν εἰκότως τῆς ἐνθάδε δηλουμένης ἀποστολῆς ὁ τρόπος, ἢ τί τὸ ἐκβεβηκέναι φήσομεν, κατιδεῖν ἀναγκαῖον. Ἢ γὰρ οὐχὶ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον ἐν τοῖς καθ’ ἡμᾶς γεγονότα, τουτέστιν ἄνθρωπον, μονονουχὶ καὶ ἐκβεβηκέναι δώσομεν, ἔξω τε γενέσθαι τῆς θεοπρεποῦς ἐροῦμεν εὐκλείας, εἴπερ ἐστὶν ἀληθὲς, ὅτι πλούσιος ὢν ἐπτώχευσε, καὶ καθῆκεν ἑαυτὸν εἰς κένωσιν. Καὶ γοῦν ἐκπεπερασμένης ἤδη τῆς οἰκονομίας, ὅτε καὶ ἀναφοιτᾷν ἔμελλε πρὸς τὸν Πατέρα συνεδρεύσων αὐτῷ, καὶ τῶν ὑπερτάτων ἐπιβησόμενος θώκων· Πάτερ, φησὶ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Ὁ δὲ οὐρανοῦ καὶ γῆς Κύριος ὡς Θεὸς ἀνημμένος οὐσιωδῶς τῶν ὅλων τὸ κράτος, οὐκ ἂν ἐξοίχοιτό πως τῶν καθ’ ἑαυτὸν ἐν τῇ δούλου μορφῇ γεγονώς· ὁ δὲ ἐν ᾧ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμὲν, εἰ μεθ’ ἡμῶν ὁρῷτο γυμνὸς καὶ ἐν μνήμασιν, εἰ καὶ ἀνεβίω πάλιν ὡς ζωὴ, οὐκ αὐτῷ δόξειεν ἔξω γενέσθαι βραχὺ τῶν ὅτι μάλιστα πρεπόντων αὐτῷ. Εἶτα πῶς ἐνδοιάσειέ τις; Ἐκβέβηκε τοίνυν πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ, τουτέστι, τοὺς υἱοὺς Ἰσραήλ. Αὐτῶν γὰρ αἱ ἐπαγγελίαι, αὐτῶν οἱ πατέρες, πρὸς οὓς τὰ ἐπηγγελμένα. Τοιγάρτοι ἔφασκεν· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Ἀλλὰ δεινὴν καὶ δύσοιστον ἀληθῶς ὑπομένοντας τὴν πλεονεξίαν (ἐπεπήδα γὰρ ὥσπερ συντρίβων ὁ Σατανᾶς), ἐλευθεροῦν ἐσκέπτετο, καὶ πόνου παντὸς ἀποφαίνειν ἀπηλλαγμένους. Ἀπεκτονὼς δὲ τρόπον τινὰ τὸν ἀδικεῖν ᾑρημένον, κατέκρυψεν εἰς γῆν, τουτέστιν, ἐν τοῖς ὑποχθονίοις ἐτίθει μέρεσι, κατακλείων εἰς ᾅδην. Τοῦτό τοί φημι τὸ ἐν ψάμμῳ κρύπτειν τεθνεῶτα τὸν Αἰγύπτιον. Ὅτι δὲ τὰ τῶν δαιμονίων θεομισῆ καὶ ἀκάθαρτα στίφη τῇ τοῦ Σωτῆρος ἡμῶν ἀῤῥήτῳ δυνάμει συνηλαύνετο εἰς τὸν ᾅδην, κατεδικάζετο δὲ τὴν ἄβυσσον οἰκεῖν, ἀναμάθοι τις ἂν καὶ μάλα ῥᾳδίως ἐκ τῶν εὐαγγελικῶν ἀναγνωσμάτων. Παρεκάλουν γὰρ αὐτὸν, φησὶν, οἱ δαίμονες, ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. Ὡς γὰρ πληθύος ἤδη πολλῆς προαπεσταλμένης, οἱ περιλειφθέντες ἔτι προσιόντες παρεκάλουν ἀνεῖσθαι τέως αὐτοῖς τὸ τοῖς ἑτέροις συγκατακρίνεσθαι. Ὅτι δὲ κατῃκίζοντο τῆς εἰς ἡμᾶς ὠμότητος εἰσπραττόμενοι δίκας, καταθεῷτό τις ἂν, εἰ βούλοιτο, καὶ ἀμογητὶ, ἀνακεκραγότων ἀκούων· Ἔα, τί ἡμῖν καὶ σοὶ, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; Οὐκοῦν ἐπειδήπερ ἐτεθέατο Χριστὸς ἀφορήτως ἐγκείμενον τοῖς ἐπὶ γῆς τὸν Αἰγύπτιον, κατέκρυψεν αὐτὸν εἰς τὸν ᾅδην. Τοῦτό τοι πάλιν ὡς ἐν σκιαῖς καὶ τύποις ἀποτετέλεκεν Ἰησοῦς, ὁ διαβιβάσας τὸν Ἰορδάνην τοὺς υἱοὺς Ἰσραὴλ, καὶ στρατηγήσας μετὰ Μωσέα. Κατέδησε γὰρ ἐν σπηλαίῳ τοὺς πέντε τῶν Ἀμοῤῥαίων βασιλεῖς, πλαγίως ἡμῖν τοῦ τύπου προαναφαίνοντος, ὅτι μετὰ τὴν ἐν νόμῳ πολιτείαν ἀναδειχθεὶς ἐφ’ ἡμᾶς ὁ Ἐμμανουὴλ βασιλεὺς, τοὺς τῶν δαιμονίων ἐξάρχοντας, καθάπερ ἐν βαθεῖ κατασφραγιεῖ σπηλαίῳ τοῖς ὑποχθονίοις μυχοῖς. Ἀνῃρημένου δὴ οὖν τοῦ ἐγκειμένου καὶ θλίβοντος, τῇ ἡμέρᾳ τῇ δευτέρᾳ, φησὶ, δύο διαπληκτιζομένων Ἑβραίων, βραβευτὴς εἰς μέσον εἴη Μωσῆς, καὶ διαλλακτὴς εἰς εἰρήνην τοῖς ἀφιλαλλήλως διεστηκόσιν. Εἰς ἔχθραν ἐνεφαίνετο, λέγων τῷ καταβιάζεσθαι τὸν ἀδελφὸν ἐθέλοντι· Ἵνα τί σὺ τύπτεις τὸν πλησίον; Ὁ δὲ πρὸς αὐτόν· Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ’ ἡμᾶς; Ἢ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες τὸν Αἰγύπτιον χθές; Προκατακλείσας γὰρ ὥσπερ εἰς ᾄδην τὸν Σατανᾶν ὁ Ἐμμανουὴλ, δικαιοσύνης ἐφαίνετο βραβευτὴς τοῖς ἐξ Ἰσραὴλ, καὶ φιλαλληλίας διδάσκαλος, ἀγάπης μὲν τῆς εἰς ἀδελφοὺς μεταποιεῖσθαι κελεύων, εἰρήνης δὲ καὶ ὁμοψυχίας οὐδὲν ἡγεῖσθαι τὸ ἄμεινον. Τοιγάρτοι καὶ ἔφασκεν· Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. Οἱ δὲ, τὴν εἰσήγησιν ἐπαινέσαι δέον, καὶ θαυμάσαι τὸν διαλλακτὴν, τῆς εἰρήνης τὸν χορηγὸν, καὶ τῆς ἀγάπης τὸν πρύτανιν, τῶν ἀρίστων αὐτοῖς μαθημάτων τὸν ἡγούμενον, δεδυσσεβήκασιν οὐ μετρίως. Οὐ γὰρ ἐποιοῦντο καθηγητήν. Ἀλλὰ καίτοι διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς λέγοντι σαφῶς· Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, ἁπάσης ἀναισχυντίας ἰόντες ἐπέκεινα, σκληρῶς τε καὶ ἀφιλοθέως ἀντεφέροντο λέγοντες, ποτὲ μὲν, ὅτι Τίς ἔδωκέ σοι τὴν ἐξουσίαν ταύτην; ποτὲ δὲ πάλιν· Οἴδαμεν ὅτι Μωσεῖ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστί· καὶ τὰ δι’ ὧν ἐσώζοντο καταγράφοντες εἰς κατάῤῥησιν, καὶ τῆς ἐπικουρίας τὸν τρόπον ἀσυνετώτατα διασύροντες. Ἐνεκαλεῖτο μὲν γὰρ ὁ θεσπέσιος Μωσῆς ὡς ἀνελὼν τὸν Αἰγύπτιον, καίτοι θλίβοντα καὶ ἐγκείμενον, καὶ ἀφορήτοις πλεονεξίαις τὰς τῶν Ἑβραίων ἀγέλας καταφορτίζοντα. Καταχωννύων δὲ ὥσπερ εἰς ἄβυσσον ὁ Χριστὸς τὰ πονηρὰ δαιμόνια, καὶ τῆς καθ’ ἡμῶν τυραννίδος καὶ οὐχ ἑκόντα μεθιστὰς διὰ τὸ τῶν ἐχόντων ἐκπέμπειν αὐτά· καίτοι δέον ἐπὶ τούτῳ θαυμάζεσθαι, τοὺς τῶν εἰωθότων φιλοψογεῖν οὐ διέδρα λόγους. Τετολμήκασι γὰρ εἰπεῖν ἔγκλημα ποιούμενοι τὴν τερατουργίαν· Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων. Ἐπιτήρει δὲ ὅτι περιβλεψάμενος ὁ Μωσῆς ὧδε καὶ ὧδε, καὶ τεθεαμένος οὐδένα, τεθνεῶτα τὸν Αἰγύπτιον κατέκρυψεν ἐν ψάμμῳ. Εἶτα παρελθὼν, συμβουλεύει τὰ εἰς εἰρήνην τοῖς ἐξ αἵματος ἀδελφοῖς. Πολεμεῖ γὰρ Κύριος ἐπὶ Ἀμαλὴκ, πλὴν ἐν χειρὶ κρυφαίᾳ, καθὰ γέγραπται, καὶ οὐδενὸς ὁρῶντος τῶν ἐπὶ γῆς ᾠκονομεῖτο διὰ Χριστοῦ τὰ τῶν πραγμάτων ἀποῤῥητότερα. Πῶς γὰρ ἢ πότε κατεδικάζοντο τῶν δαιμονίων τὰ στίφη, καὶ τὴν ἄβυσσον οἰκεῖν προσετάττοντο, τίς ἂν εἰδείη τῶν ἐπὶ γῆς; Συνελάσας δὴ οὗν εἰς ἄδου τὸν Σατανᾶν, καὶ προαπαλλάξας τοὺς ἐπὶ γῆς τῆς ἐκείνου πλεονεξίας, ἐκάλει λοιπὸν εἰς εἴδησιν ἀρετῆς. Τοῦτο καὶ αὐτὸς ὁ Χριστὸς οὐκ ἀσυμφανῶς πού φησιν· Ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ, καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρὸν, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσῃ; Προκαταδήσας γὰρ ὥσπερ τὸν ἰσχυρὸν, τουτέστι τὸν Σατανᾶν, μεθίστησι διὰ πίστεως εἰς ἑαυτὸν τὰ σκεύη αὐτοῦ, τουτέστι τοὺς ὑπ’ αὐτῷ πράττοντάς ποτε καὶ ἐν ἀχρείοις σκεύεσι λελογισμένους. Ἀλλ’ ἐφ’ οἷς ἦν εἰκὸς καταθαυμάζεσθαι πρέπειν, ἐπὶ τούτοις αὐτοῖς κατεσκωμμένος ἀνοσίως μεταπεφοίτηκεν ἀναγκαίως τὴν Ἰουδαίαν ἀφεὶς, ἐν ᾗ καὶ γεγέννηται κατά γε τὴν σάρκα· καίτοι κατὰ ἀλήθειαν Ἰουδαῖος οὐκ ὢν ὡς ὁ Λόγος, ἀλλ’ ἄνωθεν καὶ ἐξ οὐρανοῦ, καὶ παρὰ Πατρὸς, καθάπερ ἀμέλει καὶ ὁ θεσπέσιος Μωσῆς, ἐτίκτετο μὲν ἐν Αἰγύπτῳ, καὶ ἧν Ἑβραῖος ἐξ Ἑβραίων, ῥίζαν ἔχων εὐγενῆ καὶ ἁγίαν τοῦ πατρός. Ἀλλὰ τῶν ἐξ αἵματος ὀνειδιζόντων αὐτῷ, καὶ ἐν ἐσχάταις ἐχόντων διαβολαῖς τὰ ὑπέρ γε σφῶν αὐτῶν πραττόμενα, μετετέθη λοιπὸν εἰς τὴν Μαδιὰμ, καὶ εἰς τὴν τῶν ἑτερογενῶν μεθωρμίζετο χώραν. Εἶτα προσιζήσας τῷ φρέατι, ταῖς Ἰοθὸρ ἐπήμυνε θυγατράσιν. Αἱ μὲν γὰρ οὖσαι τὸν ἀριθμὸν ἑπτὰ καὶ τὰς τοῦ ἰδίου πατρὸς ἀγέλας διαποιμαίνουσαι, προσεκόμιζον ταῖς ληναῖς δεδιψηκότα τὰ θρέμματα. Ἀρυσαμένας δὲ ἤδη καὶ σὺν ἱδρῶτι πολλῷ, πεπλεονεκτήκασι τῶν αἰπόλων τινές. Ὑπερήθλησε δὲ Μωσῆς, καὶ χερσὶν ἰδίαις ἀνιμώμενος, ἐπότισε τὰ πρόβατα αὐτῶν, καθὰ γέγραπται. Ἐν τάξει δὴ οὖν τοῦ κόσμου τὸν Ἰοθὸρ παραδεξόμεθα, ὃς ἦν ἱερεὺς τῶν Μαδιηναίων, οὐ Θεῷ τῷ φύσει καὶ ἀληθῶς ποιούμενος τὴν λατρείαν, ἀλλὰ τοῖς κτίσμασι παρὰ τὸν κτίσαντα καὶ ποιητὴν, ἢ τοῖς ἐκ λίθων πεποιημένοις, καὶ τοῖς τεκτόνων φιλοτεχνήμασι. Πεπλάνητο δὲ καὶ ὁ κόσμος, δαιμονίοις καὶ οὐ Θεῷ προσκυνῶν. Ἑρμηνεύεται δὲ καὶ Ἰοθὸρ περισσότης, ἢ περιττός. Τοιοῦτος δὲ καὶ ὁ κόσμος, περιττότης ὢν ὅλος· διά τοι τὸ δρᾷν τοὺς τὰ αὐτοῦ φρονεῖν ἑλομένους τῶν ἀναγκαίων οὐδὲν, εἰκαίοις δὲ ὥσπερ καταμεθύειν περισπασμοῖς, καὶ διαῤῥιπτεῖσθαι τρόπον τινὰ πρὸς ἀχρείους ἡδονάς. Εἴη ἂν οὐκ ἀμφίλογον, ὅτι τοῖς ἐθέλουσι βιοῦν ὀρθῶς περιττὰ τὰ σαρκὸς, καὶ τὸ φρονεῖν τὰ ἐν κόσμῳ, τῆς τοῦ χρησίμου καὶ ἀναγκαίου διημάρτηκε θήρας, εἴπερ ἐστὶν ἀληθὲς, ὅτι Τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν· καὶ ὁ φρονῶν τὰ τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται. Περιττότης οὗν ἀληθῶς τὸ φρονεῖν ἑλέσθαι τὰ ἐν κόσμῳ, καὶ αὐτὸς δὲ ὁ κόσμος. Ἔφη γάρ που ὁ Χριστός· Τί ὠφεληθήσεται ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ· Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;