Ancient Greek · ~17 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ. Περὶ τοῦ Νῶε καὶ τῆς κιβωτοῦ., Περὶ τοῦ Ἀβραὰμ καὶ τοῦ Μελχισεδέκ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 3.1-3
Not analysed yet
γ. Φιλοπευστήσει δὲ ἴσως καὶ πρό γε τῶν ἄλλων, ὁ χριστομαχεῖν ᾑρημένος, τίς δὴ ἄρα γέγονεν ὁ Μελχισεδέκ. Διαφόροις γὰρ δόξαις ταῖς ἐπ’ αὐτῷ καταμεθύουσί τινες, ὕθλοις εἰκαίοις ἀσυνέτως ἐνολισθήσαντες, καὶ τοῖς ἔθεσι τῆς θεοπνεύστου Γραφῆς οὐ σφόδρα προσεσχηκότες. Οἱ μὲν γὰρ ὡς ἐν φάσματι καὶ εἴδει μόνῳ τῷ καθ’ ἡμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ὑπαντῆσαι, καὶ μόνον ὀφθῆναί φασι νενικηκότι τῷ Ἀβραάμ. Οἱ δὲ τοῦτο μὲν οὐχί· δεδίασι γὰρ, οἶμαί που, τὸ πολὺ λίαν ἀπονενευκὸς εἰς τὸ ἀκαλλὲς, δύναμιν δὲ εἶναι διϊσχυρίζονται τῆς τῶν ἀγγέλων πληθύος περιφανῆ τε καὶ ἔκκριτον. Παρεκόμισε δὲ αὐτοὺς εἰς τὴν ἐπὶ τούτῳ δόξαν, ἀδρανὴς, ὡς ἔοικε, καὶ ἀσύφηλος νοῦς. Ἐπειδὴ γὰρ, φασὶν, ἑρμηνεύεται Σαλὴμ εἰρήνη· βασιλεὺς δὲ Σαλὴμ ὁ Μελχισεδὲκ κατωνόμασται, μὴ ἄνθρωπος νοείσθω, φασὶν, ἀλλ’ ἔστω τὸ Πνεῦμα δηλούμενον. Ἴδιον γὰρ ἡ εἰρήνη Θεοῦ, καὶ αὐτὸς εἰρήνης κατάρξει μόνος. Προσεπάγουσι δὲ τούτοις, Εἰ μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχει, τὸ ἄναρχόν τε καὶ ἀτελεύτητον ἀνθρώπῳ προσνέμειν, πῶς οὐκ ἂν γένοιτο μωρίας γραφή; Νοείσθω δὴ οὖν τὸ Πνεῦμα πάλιν. Εἰ γὰρ καὶ ἀφωμοίωται, φησὶ, τῷ Υἱῷ τοῦ Ὑψίστου, μένει δὲ καὶ ἱερεὺς εἰς τὸ διηνεκὲς, πῶς οὐ διὰ πάντων οἰηθείημεν ἂν οὐκ ἄνθρωπον εἶναι τὸν Μελχισεδέκ; Εἶτα τούτοις ἑτέρους συνεπιπλέκοντες λογισμοὺς ἐμπεδοῦν οἴονται πρὸς ἀλήθειαν τὸν οὐκ οἶδ’ ὅθεν αὐτοῖς πορισθέντα λόγον. Ἡμᾶς δὲ ἀνάγκη τὸ εἰς νοῦν ἧκον εἰπεῖν, ταῖς ἐκείνων ὑποψίαις τὸ ὡς ἄριστά τε καὶ ὀρθῶς ἔχειν δοκοῦν ἀνθυπενεγκεῖν ᾑρημένους. Πρῶτον μὲν γὰρ εἰ φρονεῖν ἐγνώκασι τὰ εἰκότα, πόλιν εἶναι καὶ αὐτοὶ συνομολογήσουσι τὴν Σαλὴμ, ἧς οὐ πρῶτός τε καὶ μόνος βεβασίλευκεν ὁ Μελχισεδὲκ, ἀλλ’ ἦσάν που πάντως πλεῖστοι, ὅσοι μὲν πρὸ αὐτοῦ, γεγόνασι δὲ καὶ ἕτεροι μετ’ αὐτόν. Εἰ δέ τις ἡμᾶς οἴοιτο ψευδοεπεῖν, ἡκέτω καὶ δεικνύτω καὶ εἰς δεῦρο τῆς Σαλὴμ βασιλεύοντα τὸν Μελχισεδέκ· καί τοι πόλεως οὔσης τῶν κατὰ τὴν Ἰουδαίαν μιᾶς, ἣ μετωνόμασται τάχα που Ἱερουσαλήμ. Ὅρασις δὲ εἰρήνης καὶ τοῦτο διερμηνεύεται. Ἀλλ’ οὐκ ἂν ἐπιδείξειέ τις. Ἀμαθὲς οὖν ἄρα ταῖς ὀνομάτων ἑρμηνείαις προσεσχηκότας ἀναιρεῖν ἀποτολμᾷν τὰ σαφῆ τε καὶ ὡμολογημένα. Ὅτι δὲ ἀμαθὲς τὸ χρῆμα καὶ ἀσυνεσίας ἔμπλεως ὁ ἐπὶ τῷδε λόγος, ἀκονιτὶ διοψόμεθα κἀκεῖνο εἰς νοῦν δεχόμενοι. Ἑρμηνεύεται γὰρ Ἱερουσαλὴμ, καθάπερ ἔφην ἀρτίως, Ὅρασις εἰρήνης, ἢ, Μετέωρος θανάτου. Ἰσραὴλ δὲ αὖ, Νοῦς ὁρῶν τὸν Θεόν. Αἶνος δὲ καὶ ὕμνησις, Ἰούδας. Ἀλλ’ ὅσοι γεγόνασι κατὰ καιροὺς ἀνόσιοί τε καὶ βέβηλοι βασιλεῖς τῆς Ἱερουσαλὴμ ἐπί τε τὸν Ἰσραὴλ, καὶ Ἰούδαν, διαβεβόηκεν ἐναργῶς τὸ Γράμμα τὸ ἱερόν. Οὐκοῦν ἐπειδήπερ ὁράσεως εἰρήνης, αἴνου τε καὶ ὑμνήσεως, καὶ νοῦ Θεὸν βλέποντος οὐκ ἂν ἐπίγειος γένοιτο βασιλεύς. Ἀλλ’ οὐδ’ ἂν ἀνθρώπῳ τὸ χρῆμα πρέποι, φέρε λέγωμεν, ταῖς τῶν ὀνομάτων ἑρμηνείαις προσεσχηκότες, τοὺς κατὰ καιροὺς βεβασιλευκότας σκιὰς εἶναι καὶ εἴδωλα, καὶ οὐδὲ ἀνθρώπους ὅλως· τὸ Πνεῦμα δὲ μᾶλλον, καθὰ καὶ ἐπὶ τοῦ Μελχισεδέκ. Ὅτι δὲ ἡ τῶν ὀνομάτων δύναμις, ἤτοι τῶν ἑρμηνειῶν, κατ’ οὐδένα τρόπον τὴν τῶν πραγμάτων εἰς ἑαυτὴν καταβιάσεται φύσιν, κἀντεῦθεν ἂν μάθοις. Ἆρα γὰρ οὐκ οἰήσεταί τις, μᾶλλον δὲ καὶ ἀληθὲς εἶναι πάντη τε καὶ πάντως ἐρεῖ, ὡς εἴπερ ἐστὶν ὅρασις εἰρήνης ἡ Ἱερουσαλὴμ, ἔδει δὴ πάντως αὐτὴν μὴ ἀγνοῆσαι Χριστόν; Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, κατὰ τὰς Γραφάς. Ἀλλ’ οὐ τεθέαται τοῖς τῆς διανοίας ὄμμασι τὸν δι’ οὗ τὴν προσαγωγὴν ἐσχήκαμεν, καὶ εἰς ἑνότητα τὴν ἐν πνεύματι κεκολλήμεθα τῷ Πατρὶ, τὸν ποιήσαντα τὰ ἀμφότερα ἓν, καὶ εἰς ἕνα καινὸν ἄνθρωπον τοὺς δύο κτίσαντα λαούς. Πῶς οὖν ὅρασις εἰρήνης εἰ μὴ τεθέαται τὸν Χριστόν; καὶ εἴπερ ἐστὶν μετέωρος θανάτου, τουτέστι, θανάτου κρείττων καὶ ἀνωτέρα, πῶς ἡ ἀθλία διόλωλε διὰ τὴν εἰς Χριστὸν ἀπιστίαν; προσεφώνει γὰρ λέγων τοῖς Ἰουδαίοις αὐτός· Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν. Καὶ εἰ Νοῦς ὁρῶν Θεὸν, Ἰσραὴλ ἑρμηνεύεται, τί μὴ τεθέαται τὴν δόξαν Χριστοῦ, δι’ οὗ καὶ ἐν ᾧ αὐτὸν ἐγνώκαμεν τὸν Πατέρα; πῶς δὲ κατελήφθησαν ὑπὸ τῆς σκοτίας; ἢ πῶς ἐλέγετο περὶ αὐτῶν, καὶ τῶν ἡγεῖσθαι λαχόντων, Ἄφετε αὐτοὺς, τυφλοί εἰσιν ὁδηγοὶ τυφλῶν; Ποία γὰρ ἂν νοοῖτο τυφλότης εἰς νοῦν ὁρῶντα Θεόν; Οὐκοῦν ἀμαθίας ἔμπλεων τὸ ταῖς ὀνομάτων ποιότησι πάντη τε καὶ πάντως καὶ αὐτῶν τῶν πραγμάτων ἀπονέμειν τὸ κράτος. Ἀπείρξει δὲ, οἶμαι, λοιπὸν παντελῶς οὐδὲν ὀρθῶς καὶ καθηκόντως ὑπονοεῖν ἄνθρωπον ὄντα τὸν Μελχισεδέκ, βεβασιλευκέναι δὲ κατὰ καιροὺς τῆς Σαλὴμ, κἂν ἑρμηνεύοιτο τυχὸν εἰρήνη.