Ancient Greek · ~17 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ. Περὶ τοῦ Νῶε καὶ τῆς κιβωτοῦ., Περὶ τοῦ Ἀβραὰμ καὶ τοῦ Μελχισεδέκ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 4.1-2
Not analysed yet
δ. Προσεπαθρητέον δὲ τοῖς εἰρημένοις καὶ τόδε· βλέπομεν γὰρ ἄρτι δι’ ἐσόπτρου καὶ αἰνίγματος τὰ θεῖα μόλις μυστήρια· ὁλοκλήρως δὲ τῶν γεγονότων οὐδὲν ἐξομοιοῦν ἔχοντες τῇ θείᾳ τε καὶ ἀποῤῥήτῳ φύσει, ἐκ μυρίων ὅσων παραδειγμάτων μετρίως ἐρανιζόμεθα τὸ δύνασθαί τι περὶ αὐτῆς ἢ νοεῖν ἢ φράσαι κατά γε τὸ ἐφικτόν. Οὐδὲν δὲ ἧττον ἀσυμφανὲς ἄγαν ἐστὶ τὸ ἐπὶ Χριστοῦ μυστήριον, καὶ ὁ τῆς ἐνανθρωπήσεως λόγος οὐ τοῖς τυχοῦσιν ἁλώσιμος. Βαθὺς δὲ δὴ λίαν τῆς οἰκονομίας ὁ λόγος. Θεὸς γὰρ ὢν καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὁ Μονογενὴς, γέγονεν ἄνθρωπος, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Κεχρημάτικε δὲ καὶ Ἀπόστολος καὶ Ἀρχιερεὺς ἡμῶν, καὶ ἀπήλλαξεν ἡμᾶς τοῦ βραδυγλώσσου νόμου, μετατέθεικε δὲ καὶ εἰς εὐφωνίαν μαθημάτων εὐαγγελικῶν. Καὶ οὐχὶ τοῦτο μόνον, ἀλλὰ γὰρ καὶ αἰχμαλώτους ὄντας ἀνῆκεν ἡμᾶς, καθελὼν τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, καὶ ἐξ ᾅδου μυχῶν ἐῤῥύσατο τοὺς κεκοιμημένους, καὶ τεθεμελίωκε μὲν τὴν Ἐκκλησίαν, κεχειροτόνηται δὲ καὶ ἄρχων ἐφ’ ἡμᾶς, καὶ διεβίβασε μὲν ἐν πίστει τὸν Ἰορδάνην, δέδωκε δὲ τὴν ἐν πνεύματι περιτομὴν, καὶ εἰς τὴν τῶν οὐρανῶν εἰσκεκόμικε βασιλείαν. Ὅτι μὲν οὖν γέγονε καθ’ ἡμᾶς, ἀποχρήσειν οἶμαι λέγοντα τὸν θεσπέσιον εὐαγγελιστὴν, Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Ὅτι δὲ κέχρισται καὶ εἰς ἱερέα καὶ ἀπόστολον, ἡ τοῦ Ἀαρὼν ἀνάδειξις ὑπεμφήνειεν ἂν καὶ μάλα σαφῶς. Κατεχρίετο γὰρ ἐλαίῳ τῷ ἡγιασμένῳ, καὶ εἰς ἄρχοντα τέθειται καὶ ἡγούμενον ἱερέων καὶ λαοῦ, καὶ μὴν καὶ μετώποις ἄκροις τὸ ψέλλιον ἐδέχετο τὸ χρυσοῦν, ἤτοι τὸ πέταλον, γραφὴν ἔχον τὸ ὄνομα Κυρίου. Τοῦτο δὲ ἦν ἐναργὲς τῆς τοῦ Σωτῆρος ἡμῶν βασιλέως σύμβολον, καὶ οἱονεὶ διάδημα λαμπρὸν καὶ περίοπτον. Ὅτι δὲ ἀμείνων τῆς νομικῆς λατρείας ἡ διὰ Χριστοῦ, κατίδοι τις ἂν ὡς ἐν Ἀαρὼν, καθάπερ ἀμέλει καὶ ἐν τῷ Μελχισεδέκ. Δεκάτας μὲν γὰρ οἱ Λευῗται παρὰ τῶν υἱῶν Ἰσραὴλ κατὰ νόμους ἐδέχοντο. Πλὴν ἐκέλευσε Θεὸς ἐκ τῆς τῶν Λευϊτῶν δεκάτης ἀπονέμεσθαι δεκάτην ὡς ἡγουμένῳ τῷ Ἀαρὼν, κατά τε τὸν τοῦ δεῖν ἱερᾶσθαι τρόπον ταῖς ἀνωτάτω κομῶντι τιμαῖς. Σύνες οὖν ὅπως καὶ ἐν προσώπῳ τοῦ Ἀαρὼν ὁ δεκάτας λαμβάνων, Λευῒ δεδεκάτωται. Τέθειται γὰρ Ἀαρὼν εἰς πρόσωπον τοῦ Χριστοῦ. Καὶ οἱ μὲν ἄλλοι πάντες Λευῗται καὶ ἱερεῖς τὰς κατὰ νόμον θυσίας ἐτέλουν, στάσιν ἔχοντες ἐπὶ τὴν πρώτην σκηνήν. Μόνος δὲ καὶ ἐκ πάντων ὁ θεσπέσιος Ἀαρὼν, ἅπαξ τοῦ ἐνιαυτοῦ, κατὰ τὸ γεγραμμένον, εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσῄει, καὶ οὐ χωρὶς αἵματος, κατὰ τὸν νόμον. Τύπος δ’ ἂν εἴη καὶ τόδε Χριστοῦ τοῦ τεθνεῶτος ἅπαξ ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφὰς, εἰσελαύνοντος δὲ καὶ εἰς τὴν ἄνω τε καὶ ἱερωτάτην σκηνήν. Ταύτην γὰρ ἡμῖν ἐνεκαίνισεν ὁδὸν, ἁγιάζων τε τῷ αἵματι τῷ ἰδίῳ τὴν Ἐκκλησίαν. Καὶ ὁ μὲν θεσπέσιος Μωσῆς, προκεχειρισμένος εἰς ἀποστολὴν, ἐδέετο τοῦ Θεοῦ, λέγων· Δέομαι, Κύριε, οὐκ εὔλαλός εἰμι πρὸ τῆς χθὲς, οὐδὲ πρὸ τῆς τρίτης ἡμέρας, οὐδὲ ἀφ’ οὗ ἤρξω λαλεῖν τῷ θεράποντί σου, ἰσχνόφωνος, καὶ βραδύγλωσσος ἐγώ εἰμι. Προσετίθει δὲ τούτοις· Προχείρισαι ἄλλον δυνάμενον ὃν ἀποστελεῖς. Εἶτα πρὸς αὐτὸν ὁ τῶν ὅλων Θεός· Οὔκ· ἰδοὺ Ἀαρὼν ὁ ἀδελφός σου ὁ Λευΐτης, ἐπίσταμαι ὅτι λαλῶν λαλήσει αὐτός σοι, καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται εἰς συνάντησίν σου. Καὶ ἰδών σε χαρήσεται ἐν ἑαυτῷ, καὶ ἐρεῖς πρὸς αὐτὸν, καὶ δώσεις τὰ ῥήματά μου ἐν τῷ στόματι αὐτοῦ καὶ συμβιβάσω ὑμᾶς ἃ ποιήσετε, καὶ λαλήσει αὐτός σοι πρὸς τὸν λαὸν, καὶ αὐτὸς ἔσται σου στόμα. Βραδύγλωσσος μὲν γὰρ ὁμολογουμένως καὶ εὐστομεῖν οὐκ εἰδὼς ὁ πάλαι νόμος διὰ κύκλου μόλις μακροῦ, τοῦ κατὰ τὸ Γράμμα φημὶ, μονονουχὶ καὶ ὑποψελλίζων ἡμῖν τὸ Θεῷ δοκοῦν· στόμα δὲ Μωσέως τὸ εὐφωνότατον, ὁ Χριστὸς, μεθιστὰς τοὺς τύπους εἰς ἀλήθειαν, καὶ προτιθεὶς ἑτοίμην τοῖς ἁπανταχοῦ τῶν ἀναγκαίων τὴν εἴδησιν. Τοιγάρτοι φησὶν ἐν τεσσαρακοστῷ καὶ ὀγδόῳ Ψαλμῷ· Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. Ἀνετυποῦτο δὴ οὖν ὡς ἐν Ἀαρὼν ὁ Χριστός. Καὶ τό γε παραδοξότερον. Μὴ γάρ τοι θαυμάσῃς, εἰ ἐν τοῖς ἐγνωκόσιν αὐτὸν καὶ ἐν εἰδήσει τῶν νόμων τῆς ἰδίας ὑπεροχῆς ἐσκιαγράφει τὸ μέγεθος· ὅτε καὶ ὡς ἐν ἀνδρὶ πέφηνεν ἀλλογενεῖ, καὶ αἰχμαλωσίας ἀνιέντι τὸν Ἰσραὴλ, καὶ τὴν ἁγίαν καὶ ἱερὰν θεμελιοῦντι πόλιν, καὶ ἔχοντι ἄμαχον τὴν κατὰ πάντων ἰσχύν. Ποιήσομαι δὲ σαφῆ τὴν ἀφήγησιν, βραχυλογήσας ὡς ἔνι.