Ancient Greek · ~25 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Γ., Περὶ τοῦ Ἀβραὰμ, καὶ τῆς ἐπαγγελίας τῆς κατὰ τὸν Ἰσαὰκ, καὶ ὅτι δι’ αὐτῶν προετυποῦτο τῆς πίστεως τὸ μυστήριον.
Cyrillus Theol., Glaphyra in Pentateuchum 3.1-4
Not analysed yet
γ. Ὅτι δὲ τῆς ἐν πίστει δικαιοσύνης τὸ δῶρον οὐκ ἐπὶ μόνον ἂν ἴοι τὸν Ἀβραὰμ, εἰ καὶ ἐν αὐτῷ γέγονεν ἡ ὑπόσχεσις, ἐκπεφοίτηκε δὲ ὥσπερ καὶ εἰς πάντας λοιπὸν τοὺς πεπιστευκότας, ἐμπεδοῖ πάλιν ἡμᾶς ὁ σοφώτατος Παῦλος, οἷς ἔναγχος ἔφην προστιθείς· Οὐκ ἐγράφη δὲ δι’ αὐτὸν μόνον, ὅτι ἐλογίσθη αὐτῷ πρὸς δικαιοσύνην, ἀλλὰ καὶ δι’ ἡμᾶς, οἷς μέλλει λογίζεσθαι τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν· ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν, καὶ ἠγέρθη διὰ τὴν δικαιοσύνην ἡμῶν. Οὐκοῦν ξένιον οὐρανοῦ καὶ δῶρον ἡμερότητος τῆς ἄνωθεν, ἡ ἐκ πίστεως ἡμᾶς δικαιοῦσα χάρις· καὶ ἐν τέκνοις Ἀβραὰμ καταλογισθεῖεν ἂν, οὐχὶ δὴ πάντως οἱ ἐξ αὐτοῦ κατὰ σάρκα γεγονότες, ἀλλ’ ὅσοι τὴν πρὸς αὐτὸν πεπλουτήκασι συμμορφίαν, καὶ ἀδελφοὶ φρονοῦντες πιστεύουσιν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Οὗτοι καὶ τῶν παρὰ Θεοῦ χαρισμάτων ἔσονται κληρονόμοι, παρωθέντος ἐξ ἀπιστίας τοῦ κατὰ σάρκα Ἰσραήλ. Διεπλάττετο δὲ, καὶ μάλα σαφῶς, καὶ τοῦτο ἡμῖν ἐν τῷ κατὰ Ἰσαὰκ μυστηρίῳ. Ἀλλὰ φέρε λέγωμεν ὡς ἔνι δὴ πάλιν, αὐτὰ παραθέντες εἰς εἴδησιν τὰ Μωσέως γράμματα. Ἔχει δὲ οὕτως· Μετὰ δὲ τὰ ῥήματα ταῦτα, φησὶν, ἐγενήθη ῥῆμα Κυρίου πρὸς Ἀβραὰμ ἐν ὁράματι, λέγον· Μὴ φοβοῦ Ἀβραὰμ, ἐγὼ ὑπερασπίσω σου. Ὁ μισθός σου πολὺς ἔσται σφόδρα. Λέγει δὲ Ἀβραάμ· Δέσποτα, τί μοι δώσεις; Ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος. Ὁ δὲ υἱὸς Μασὲκ τῆς οἰκογενοῦς μου, οὗτος Δαμασκὸς Ἐλιέζερ. Καὶ εἶπεν Ἀβραάμ· Ἐπειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα, ὁ δὲ οἰκογενής μου κληρονομήσει με. Καὶ εὐθὺς φωνὴ Κυρίου ἐγένετο πρὸς αὐτὸν, λέγουσα· Οὐ κληρονομήσει σε οὗτος, ἀλλ’ ὃς ἐξελεύσεται ἐκ σοῦ, οὗτος κληρονομήσει σε. Ἐξήγαγε δὲ αὐτὸν ἔξω, καὶ εἶπεν αὐτῷ· Ἀνάβλεψον δὴ εἰς τὸν οὐρανὸν, καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς. Καὶ εἶπεν· Οὕτως ἔσται τὸ σπέρμα σου. Καὶ ἐπίστευσεν Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Συνῆπτο μὲν γὰρ αὐτῷ καὶ συνέστιος ἦν ἡ μακαρία Σάῤῥα (ἣ διερμηνευομένη λέγεται ἄρχουσα), γυνὴ τὴν ὥραν ἐκπρεπεστάτη καὶ λίαν εὐπρόσωπος· μεμαρτύρηκε γὰρ οὕτως τὸ Γράμμα τὸ ἱερόν. Παρείπετο δὲ δευτέροις ὥσπερ καὶ νόθοις ὑπηρετοῦσα γάμοις ἡ οἰκογενὴς, τουτέστιν, ἡ Ἄγαρ (καὶ αὐτὴ δὲ παροίκησις ἑρμηνευομένη). Ἀλλ’ ἡ μὲν Σάῤῥα, τέκνων οὔπω γνησίων ὠδῖνα λαβοῦσα, κατεθρήνει τὴν ἀπαιδίαν. Ἡ δὲ Ἄγαρ ἔτικτε τὸν Ἰσμαήλ. Ἐχόντων δὲ ὧδε τῶν ἐν ἱστορίᾳ πραγμάτων, προσελάλει Θεὸς τῷ Ἀβραὰμ λέγων· Ἐγὼ ὑπερασπίσω σου, ὁ μισθός σου πολὺς ἔσται σφόδρα. Ὁ δὲ, τί πρὸς ταῦτά φησι; Δέσποτα, τί μοι δώσεις; Ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος· ὁ δὲ υἱὸς Μασὲκ τῆς οἰκογενοῦς μου, οὗτος Δαμασκὸς Ἐλιέζερ. Ἐπιτήρει τοῦ λόγου τὸ ἀκριβές. Τί μοι γὰρ δώσεις, φησὶν, ὦ Δέσποτα; Συνίης ὅπως οὐδενὸς τὸ παράπαν ἔτι δεῖσθαί φησι τῶν ἐπιγείων κτημάτων, ἀλλ’ οὐδ’ ἂν εἰ γένοιτο καὶ ἔτι πλειόνων δεσπότης, θυμηδίαν ἡγεῖσθαι τὸ χρῆμά φησιν, εἰ μὴ γνήσιον ἔχοι τὸν κληρονόμον ἐξ ἐλευθέρων ἀναφύντα γάμων, τὸν ἀληθῶς υἱόν. Ἄθρει δὲ, ὅτι πρὸς τὸ εἰδέναι σαφῶς τὸ λυσιτελὲς, ἡ φύσις αὐτόμολος καὶ δίχα νόμων γεγραμμένων. Καίτοι γὰρ ὄντος υἱοῦ, φημὶ δὴ τοῦ Ἰσμαὴλ, ἄτεκνον ἑαυτὸν ὠνόμαζεν ὁ θεσπέσιος Ἀβραάμ. Οἶδεν οὖν ἄρα καὶ μάλα σαφῶς ἡ φύσις, ὅτι μηδὲ υἱὸς ὅλως ὀνομάζοιτο ἂν εἰκότως, ὁ ἐκ κιβδήλων τε καὶ νόθων ἀναφὺς νυμφευμάτων. Οὐ γὰρ δώσει ῥίζαν εἰς βάθος, κατὰ τὸ γεγραμμένον. Ὅτι δὲ, κἂν εἰ γένοιτό ποτε τέκνον ἐκ θεραπαίνης τισὶ, ψυχρόν τε καὶ ἕωλον τὸ χρῆμά που πάντως, καὶ οὐκ ἂν ἐλευθέροις καταγράφοιτο θυμηδίας, προσαπέδειξε λέγων· Ὁ δὲ υἱὸς Μασὲκ τῆς οἰκογενοῦς μου, οὗτος Δαμασκὸς Ἐλιέζερ. Τουτέστι, Γενήσεταί μοι λοιπὸν ὁ ἐκ τῆς οἰκογενοῦς, αἵματος φίλημα. Τοῦτο γάρ ἐστι τὸ, Δαμασκός. Καταλογισθήσεται δὲ καὶ εἰς ἀντίληψιν καὶ ἐπικουρίαν τὴν παρὰ Θεοῦ. Τοῦτο γὰρ πάλιν τὸ Ἐλιέζερ. Ὅμοιον οὖν ὡς εἰ λέγει σαφῶς· Ἀνθ’ αἵματος τοῦ γνησίου καὶ ἀγάπης τῆς αὐτὸ, αἵματος φίλημα καὶ ἀντίληψις ἡ παρὰ Θεοῦ καθάπερ ἐξ ἀνάγκης ὁ οἰκογενής μου γενήσεται· ἔσται δέ μου καὶ κληρονόμος. Τί οὖν μοι δώσεις; Εἰ μὴ γνήσιον ἔχοιμι τὸν διαδεξόμενον, ὑπὸ μῶμον ἔσται πάντῃ τε καὶ πάντως ὁ σὸς Ἀβραὰμ, ὦ Δέσποτα. Τέκνων γὰρ ἔρημος ἀπαλλάττεται τῶν ἀληθινῶν καὶ ἐξ ἐλευθέρας. Ἀλλ’ οὐ μακρὰ λυπεῖσθαι τὸν δίκαιον ἠφίει Θεός. Σπέρμα γὰρ εὐθὺς ἐπήγγελτο τὸ ἐν Ἰσαὰκ, ὃ καὶ ἰσάριθμον ἔσεσθαί φησι τῇ τῶν ἀστέρων ἀμετρήτων πληθύϊ. Διεβεβαιοῦτο δὲ, ὅτι μυρίων ὅσων ἐθνῶν κληθήσεται πατὴρ, καίτοι τοῖς εἰς ἀπαιδίαν ἐπτοημένος δείμασι. Πεπίστευκε δὲ, φησὶν, Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Γέρας οὖν ἔχει τὴν δικαιοσύνην, ὁ πίστει τιμῶν τὸν τῶν ὅλων Δεσπότην. Μεμαρτύρηκε γὰρ διὰ τούτου, τὸ πάντα δύνασθαι κατορθοῦν αὐτῷ· ὁ δὲ ἄπιστός τε καὶ ἀμελητὴς, ἀλαζὼν ἔσται καὶ ὑβριστής. Πεσεῖται δὴ οὖν ταύτῃτοι λοιπὸν καὶ ὑπὸ δίκην καὶ λόγους. Πεπίστευκεν οὖν Ἀβραὰμ τῷ Θεῷ, καὶ δεδικαίωται παρ’ αὐτῷ. Προσαπαιτεῖ δὲ σημεῖον εἰς βεβαίωσιν καὶ ἀλήθειαν τῶν, ὡς ἔσονται, προεπηγγελμένων. Εἶτα Θεὸς οἰκονομικῶς σκήπτεται τὸ ἐνώμοτον καταδονεῖσθαί πως πρὸς διψυχίαν οὐκ ἀφιεὶς τὸν πεπιστευκότα. Γέγραπται γὰρ οὕτως· Εἶπε δὲ πρὸς αὐτόν· Ἐγὼ ὁ Θεὸς ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην κληρονομῆσαι αὐτήν. Εἶπε δέ· Δέσποτα Κύριε, κατὰ τί γνώσομαι ὅτι κληρονομήσω αὐτήν; Εἶπε δὲ αὐτῷ Λάβε μοι δάμαλιν τριετίζουσαν, καὶ κριὸν τριετίζοντα, καὶ τρυγόνα, καὶ περιστεράν. Ἔλαβε δὲ ἑαυτῷ ταῦτα πάντα, καὶ διεῖλεν αὐτὰ μέσα, καὶ ἔθηκεν ἀντιπρόσωπα ἀλλήλοις. Τὰ δὲ ὄρνεα οὐ διεῖλε. Κατέβη δὲ ὄρνεα ἐπὶ τὰ σώματα, ἐπὶ τὰ διχοτομήματα αὐτῶν· καὶ συνεκάθισεν αὐτοῖς Ἀβραάμ. Περὶ δὲ ἡλίου δυσμὰς, ἔκστασις ἔπεσεν ἐπὶ τὸν Ἀβραὰμ, καὶ ἰδοὺ φόβος σκοτεινὸς μέγας ἐπιπίπτει αὐτῷ. Καὶ ἐῤῥέθη πρὸς Ἀβραάμ· Γινώσκων γνώσῃ, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτοὺς, καὶ κακώσουσιν αὐτοὺς ἕτη τετρακόσια. Τὸ δὲ ἔθνος ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγώ. Μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς. Σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ’ εἰρήνης, τραφεὶς ἐν γήρει καλῷ. Τετάρτῃ δὲ γενεᾷ, ἀποστραφήσονται ὧδε. Οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων ἕως τοῦ νῦν. Ἐπειδὴ δὲ ἐγένετο ὁ ἥλιος πρὸς δυσμὰς, φλὸξ ἐγένετο. Καὶ ἰδοὺ κλίβανος καπνιζόμενος, καὶ λαμπάδες πυρὸς, αἳ διῆλθον ἀνὰ μέσον τῶν διχοτομημάτων τούτων. Ἀλλὰ τί δὴ πάντως ἐστὶ τὸ γεγενημένον, ὁ φιλομαθὴς κατασκέψεται, καὶ τὸν τῆς ὁρκωμοσίας περιεργάσεται τρόπον· τί ἂν βούλοιντο δηλοῦν τὰ διχοτομήματα, λέγων, τί δὲ τῶν ὀρνέων ἡ πτῆσις, καὶ τὰ ἐπ’ αὐτὰ συνδρομή· τί δὲ δὴ αὗ καὶ ἡ τοῦ Ἀβραὰμ συγκάθησις, τί δὲ καὶ ἡ φλὸξ ἡ διᾴττουσα μέσον τῶν διχοτομημάτων. Ἀφηγησόμεθα δὴ οὖν.