Ancient Greek
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Γ., Περὶ τοῦ Ἀβραὰμ, καὶ τῆς ἐπαγγελίας τῆς κατὰ τὸν Ἰσαὰκ, καὶ ὅτι δι’ αὐτῶν προετυποῦτο τῆς πίστεως τὸ μυστήριον.
Cyrillus Theol., Glaphyra in Pentateuchum 4-2
Not analysed yet
δ. Ἀναγκαίως ὅρκου χρείαν ἐπλήρου Χαλδαίοις τὸ διὰ μέσον ἰέναι τῶν διχοτομηθέντων ζώων, καὶ οἱονείπως ἀναφωνεῖν δι’ αὐτοῦ τοῦ δρωμένου οὕτω· Μὴ γενοίμην ὡς τάδε. Χαλδαίῳ δὴ οὖν τὸ γένος ὑπάρχοντι τῷ Ἀβραὰμ, καὶ ἄρτι τῆς ἐνεγκούσης ἐκθέοντι, τὰ συνήθη δρᾷν ἐπὶ τοῖς ὅρκοις ἐκέλευσεν οἰκονομικῶς ὁ τῶν ὅλων Δεσπότης, ἀναπλέκων ἀστείως ἐν τοῖς τεθυμένοις τὸ Χριστοῦ μυστήριον. Ἐπειδὴ δὲ εἰς γῆν ἐφεξῆς ἡπλοῦτο λοιπὸν τὰ διχοτομήματα, ὡσανεὶ μέλλοντος διὰ μέσον χωρεῖν τοῦ Θεοῦ, Ὄρνεα, φησὶν, ἐπ’ αὐτὰ συνέθει πολλὰ, καὶ συνεκάθισεν αὐτοῖς Ἀβραάμ. Τουτέστι, περιζήσας ἐφύλαττεν, ἴνα μή τι γένοιτο βλάβος, καὶ τοῖς ἀκαθάρτοις τῶν ὀρνέων προκέοιντο τροφὴ τὰ εἰς ὅρκου χρείαν παρενηνεγμένα. Περὶ δὲ δυσμὰς ἡλίου, φησὶν, ἔκστασις καὶ φόβος ἐπιπίπτει τῷ Ἀβραάμ. Καὶ τίς ἂν νοοῖτο πάλιν ἡ τοῦδε πρόφασις, φράσαιμ’ ἂν ὡς ἔνι. Χαλδαίοις ἦν ἔθος καὶ ἐν ὑπολήψει χρηστῇ καὶ ἀδιαβλήτῳ παντελῶς, περιεργάζεσθαι λεπτῶς τῶν ὀρνέων τὰς πτήσεις. Ἠφίει δὴ οὖν οἰκονομικῶς ὁ τῶν ὅλων Θεὸς, ἐξ ὧν ᾔδει καὶ δρᾷν ἦν ἔθος τισὶ, παιδεύεσθαι τὰ ἐσόμενα. Συνενεχθέντων τοίνυν ἐπὶ τὰ διχοτομήματα τῶν πτηνῶν, ἐξεδειματοῦτο λοιπὸν ὁ θεσπέσιος Ἀβραὰμ, ἐννενοηκώς που τάχα, ποῖ δὴ ἄρα καὶ ἐπὶ τίνας τὸ σημεῖον ἐκβήσεται. Φαῦλον γὰρ εἶναι, καὶ οὐχὶ τῶν ἔξω φροντίδος ἐδόκει τὸ ἐπιπτῆναι τοῖς θύμασι τὰ τῶν ὀρνέων βδελυρώτατα. Ἀκάθαρτα γάρ πως ἀεὶ τὰ σαρκοφαγεῖν εἰωθότα. Ἐπειδὰν δὲ περὶ τῆς ἰδίας ἐδεδίει κεφαλῆς, μὴ ἄρα πως καὶ ἐπ’ αὐτὴν ἴοι τὸ χρῆμα, τῆς ἐπὶ τούτοις ἀγωνίας αὐτὸν ἀπολύει. Οὐ γὰρ ἥξει, φησὶν, ἐπὶ σὲ τὰ ὑποπτευόμενα. Γινώσκων δὲ γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ ἀλλοτρίᾳ. Καὶ πολλοὶ μὲν ἔσονται λίαν οἱ κακοῦν ἐθέλοντες, ὧν ἦσαν εἰς τύπον τὰ τοῖς προκειμένοις θύμασιν ἐπὶ πτάντα ὄρνεα. Πλὴν ὀλίγα λελυπηκότες, ἀποτίσουσι δίκας. Σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου, τραφεὶς ἐν γήρει καλῷ. Εἶτά φησιν, ὅτι πρὸς αὐταῖς ἤδη δυσμαῖς γεγονότος ἡλίου, φλὸξ πυρὸς καὶ κλίβανος καὶ λαμπάδες διὰ μέσων ᾔεσαν τῶν διχοτομημάτων. Νοεῖται δὲ πάλιν ἐν εἴδει πυρὸς τὸ Θεῖον, κατὰ τὴν τῶν Χαλδαίων συνήθειαν, τὸν ὄρκον ἀποπληροῦν. Τοιγάρτοι καὶ ὁ θεσπέσιος Παῦλος εἰς ὅρκου δύναμιν δέχεται τὸ χρῆμα, καί φησι· Τῷ δὲ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ Θεὸς, ἐπεὶ κατ’ οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὤμοσε καθ’ ἑαυτοῦ, λέγων· Ἦ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ σε. Καὶ οὗτος μακροθυμήσας, ἐπέτυχε τῆς ἐπαγγελίας. Ἄνθρωποι γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας, εἰς βεβαίωσιν, ὁ ὅρκος. Ἐν ᾧ περισσότερον βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐμεσίτευσεν ὄρκῳ, ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι τὸν Θεὸν, ἰσχυρὰν παράκλησιν ἔχωμεν, οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος.