Ancient Greek · ~46 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Ε., Περὶ τοῦ Ἰακώβ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 3.1-9
Not analysed yet
γ. Περικείσθω τοίνυν τὸ αὐτοῦ τοῦ Χριστοῦ πρόσωπον Ἰακὼβ, καθάπερ ἀμέλει καὶ φθάσαντες εἴπομεν. Χριστὸς γὰρ ὁ ἀληθὴς πτερνιστής. Πεπάτηκε γὰρ ὁλοτρόπως τὴν ἁμαρτίαν, καὶ καθὸ νοεῖται, καὶ πέφηνεν ἄνθρωπος, νεώτατος ὢν καὶ τῶν πρὸ αὐτοῦ γεγονότων ὀψιγενέστερος, ἁγίων δὴ λέγω προφητῶν, καὶ αὐτοῦ δὲ Μωσέως. Ὅμως ἔχει τὰ πρεσβεῖα, καὶ ἔστι πρωτότοκος διὰ τὸ ἐν πολλοῖς ἀδελφοῖς καθικέσθαι τὸν Μονογενῆ. Αὐτός ἐστιν ὁ εὐλογούμενος παρὰ τοῦ Πατρὸς διὰ πλήθους σίτου καὶ οἴνου. Αὐτῷ δεδουλεύκασιν ἔθνη, καὶ προσκεκυνήκασιν ἄρχοντες. Καὶ ὁ καταρώμενος αὐτὸν ἐπικατάρατος· ὁ δὲ εὐλογῶν εὐλογημένος, κατὰ τὴν εὐλογίαν Ἰσαάκ. Αὐτὸς ὁ καθ’ ὁμοιότητα τὴν Ἰακὼβ καθάπερ τινὰ πατρῴαν ἑστίαν μονονουχὶ ἀπολελοιπὼς τὸν οὐρανὸν, καὶ πρὸς Λάβαν ἀφιγμένος, ὃν τῷ κόσμῳ παρεικαστέον, τῷ μὴ εἰδότι ποτὲ τίς ὁ φύσει Θεὸς, κατηῤῥωστηκότι δὲ ὥσπερ ἄγαν τὴν πολύθεον πλάνησιν· εἰδωλολάτρης γὰρ καὶ ὁ Λάβαν. Ἴδιος μὲν οὖν καὶ ὁ κόσμος Χριστοῦ, καθὸ καὶ φύσει νοεῖται Θεὸς, καὶ τῶν ὅλων Κύριος καὶ δημιουργὸς, οὐκ ἴδιος δὲ πάλιν διὰ τὴν ἀπόστασιν, καὶ τὸ ἤδη πως δοκεῖν ἑτέρου γενέσθαι διὰ τὴν ἁμαρτίαν. Ἐπεγράφετο γὰρ βασιλέα τὸν Σατανᾶν. Οὐκοῦν καταβέβηκεν ὁ Λόγος ἐξ οὐρανοῦ, τὴν πατρῴαν ὥσπερ καταλελοιπὼς ἑστίαν. Τοῦτο γὰρ ἔφην ἀρτίως. Καὶ ἦν ὡς ξένος ἐν ἰδίῳ τῷ κόσμῳ. Καὶ μαρτυρήσει λέγων ὁ σοφὸς Ἰωάννης· Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. Ἀλλὰ ταυτὶ μὲν ἴσως ἁρμόσειεν ἂν εἰκότως τοῖς τῆς ἐπιδημίας καιροῖς. Ὅτι δὲ καὶ πρὸ τῆς ἐνανθρωπήσεως ἐν ἰδίοις ἦν ὡς Θεός· ἀγνοούμενος δὲ τῷ κόσμῳ, τῶν καθ’ ἡμᾶς ἐποιεῖτο πρόνοιαν, ἐξ ἐμφύτου καλοκἀγαθίας καὶ θεοπρεποῦς ἡμερότητος, παραδείξειεν ἂν εὐθὺς ὁ θεσπέσιος Ἰακὼβ ὡς ἐν τύπῳ τῷ καθ’ ἑαυτόν. Ἐποίμαινε γὰρ τὰ πρόβατα Λάβαν, καίτοι μισθὸν ἔχων παρ’ αὐτοῦ τὸ σύμπαν οὐδένα· ἐλπίδι δὲ μόνῃ, εἰς τοῦτο ἠγμένος ταῖν δυοῖν αὐτοῦ συνάπτεσθαι θυγατέραιν, καὶ τέκνων γνησίων ἀναδειχθήσεσθαι πατήρ. Λεία δὲ ἤστην καὶ Ῥαχήλ. Θεὸς γὰρ ὢν κατὰ φύσιν ὁ Υἱὸς, ἐν τῷ κόσμῳ ἦν· τοῦτο γὰρ ὁ Λάβαν. Καὶ κατεποίμαινε δέ τινα τρόπον οἰκονομῶν ὡς Θεὸς τὰ ζωαρκῆ, δωρούμενος τοὺς ἀπὸ γῆς καρποὺς, ἀνιεὶς πηγὰς ὑδάτων, καὶ ποταμῶν νάματα, τὸν ἥλιον αὐτοῦ ἀνατέλλων, κατὰ τὸ γεγραμμένον, ὑετοὺς καθιεὶς, ἐντιθεὶς τῇ ἀνθρώπου φύσει τὴν ἔμφυτον φρόνησιν. Αὐτὸς γάρ ἐστι Τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ἐπλήρου δὲ ταῦτα διὰ μόνην, ὡς ἔφην, τὴν ἡμερότητα τὴν ἔμφυτον· καὶ μισθὸν μὲν ὥσπερ οὐδένα παρὰ τῶν ἐν κόσμῳ τηνικάδε δεχόμενος, οὐ δοξολογίαν, οὐ προσκύνησιν, οὐ δόξαν ὀρθὴν, καὶ ἀπλανῆ διάληψιν τὴν περὶ αὐτοῦ· προεγνωκὼς δὲ ὅτι δύο γυναῖκας ἕξει κατὰ καιροὺς, αἳ γνησίων αὐτῷ τέκνων ἔσονται μητέρες, τίκτουσαι νοητῶς. Ποῖαι δὲ αὗται, Πρώτη μὲν ἡ πρεσβυτέρα, τουτέστι, Λεία, τῆς Ἰουδαίων Συναγωγῆς τὸν τύπον ἀποπεραίνουσα. Δευτέρα δὲ καὶ μετ’ οὐ πολὺ καὶ τριπόθητος, ἡ νεωτέρα Ῥαχὴλ, τουτέστιν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, ἣ καὶ τέτοκε τὸν Ἰωσὴφ, Θεοῦ προσθήκην ἑρμηνευόμενον. Προστέθειται μὲν γὰρ τοῖς ἐξ Ἰσραὴλ ἡ ἐξ ἐθνῶν ἀγέλη. Νοεῖται δὲ καὶ ἑτέρως, ταῖς κατὰ καιρὸν τῶν πιστευόντων προσθήκαις εἰς πληθὺν ἀμέτρητον ἰοῦσα. Πλὴν ὅρα τὴν ἐπιτήρησιν. Ὀνίνησι γὰρ λίαν τὸ ἀκριβὲς ἐν τούτοις· Γεγέννηκεν ἡ Λεία πρὸ Ῥαχήλ· εἶτα μεταξὺ παιδίσκαι δύο Βάλλα τε καὶ Ζελφά. Ἀλλ’ ἠρέμει τέως Ἰακώβ· ἴδιον δὲ οἶκον οὔπω ποιεῖν ἐσκέπτετο. Τέτοκεν ἡ Ῥαχὴλ τὸν Ἰωσὴφ, καὶ οἶκον λοιπὸν ἐρᾷ· Πότε γὰρ, φησὶ, ποιήσω ἐμαυτῷ οἶκον; Τέτοκε μὲν γὰρ ἡ τῶν Ἰουδαίων Συναγωγὴ τοὺς εἰς δουλείαν τὴν ὑπὸ νόμον. Ἀλλ’ οὔπω Χριστὸς ἴδιον οἶκον ἔχειν ὡμολόγει σαφῶς. Οὐ γὰρ ἀπεδέχετο λίαν τὸν ἐκ λίθων ναὸν, ὃν Σολομὼν ἀνεδείματο. Καὶ γοῦν Ἰουδαίων ἐξωφρυωμένοις ἄγαν ἐπὶ τῷδέ ποτε μονονουχὶ καὶ ἐπιπλήττει λέγων· Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος· ἢ τίς τόπος τῆς καταπαύσεώς μου; Ἀλλ’ οὐδὲ οἶκος Θεοῦ γέγονε νοητὸς ὁ Ἰσραήλ. Οὐ γὰρ κατῴκηκεν ἐν αὐτοῖς. Ἐπειδὴ δὲ τέτοκεν ἡ ἐξ ἐθνῶν Ἐκκλησία τὸν νέον τε καὶ ἐν προσθήκαις λαὸν, οἶκον ἴδιον ἑαυτῷ λοιπὸν ὁ Σωτὴρ κατεσκευάζετο. Καὶ τίς δὴ οὗτός ἐστιν; Ἡμεῖς οἱ πιστεύσαντες, περὶ ὧν φησι καὶ διὰ προφήτου φωνῆς· Διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς. Καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν. Κατοικεῖ ἐν ἡμῖν διὰ τοῦ Πνεύματος, καθάπερ ἀρτίως ἔφην, οὐ κατοικήσας ἐν Ἰσραήλ. Ὅτι γὰρ ἀμέτοχοι τοῦ Πνεύματος, ὡς ἐν τύπῳ λέγω τῷ καθ’ ἡμᾶς, οἱ πρὸ τῆς ἐπιδημίας, σαφηνιεῖ λέγων ὁ σοφώτατος Ἰωάννης· Οὔπω γὰρ ἦν Πνεῦμα, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. Ἐγηγερμένος γὰρ ἐκ νεκρῶν, καὶ εἰς εἰκόνα τὴν θείαν τὴν ἀνθρώπου φύσιν ἀναμορφῶν, πρώτοις ἐνεφύσησε τοῖς ἁγίοις ἀποστόλοις, λέγων· Λάβετε Πνεῦμα ἅγιον. Ἔφη δέ που καὶ ὁ θεσπέσιος Παῦλος· Οὐ γὰρ ἐλάβετε Πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ’ ἐλάβετε Πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν· Ἀββᾶ, ὁ Πατήρ. Οὐκοῦν Πνεῦμα μὲν δουλείας ἦν ἐν Ἰσραήλ· ἐν ἡμῖν δὲ τοῖς ἀπὸ Ῥαχὴλ, τουτέστι, τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, Πνεῦμα Θεοῦ πρὸς υἱοθεσίαν, οἶκον ἡμᾶς ἀποτελοῦν τὸν πνευματικόν. Ἐλεύθεροι γὰρ οἱ ἀπὸ Ῥαχὴλ, ἧς οἱ ὀφθαλμοὶ καλοὶ καὶ ὡραῖοι, καίτοι τῆς Λείας οὐχ ὧδε ἐχούσης. Ὁρᾷ γὰρ οὐχ ὑγιῶς ἡ τῶν Ἰουδαίων Συναγωγή. Καὶ μαρτυρήσει λέγων ὁ σοφώτατος Παῦλος· Ἄχρι γὰρ τῆς σήμερον ἡμέρας τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης μένει, μὴ ἀνακαλυπτόμενον, ὅ τι ἐν Χριστῷ καταργεῖται. Ἀλλ’ ἕως σήμερον ἡνίκα ἀναγινώσκεται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. Ἡνίκα δὲ ἐὰν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν. Οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία. Ἀλλ’ ἡμεῖς ἅπαντες, ὡς ἔφη πάλιν αὐτὸς, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος. Συνίης ὅτι καλοῖς ὀφθαλμοῖς καὶ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμεθα; Λαμπροὶ γὰρ οἱ τῆς Ῥαχὴλ ὀφθαλμοὶ, καθάπερ ἔφην ἀρτίως. Ἐπειδὴ τοίνυν ἡ νεωτάτη Ῥαχὴλ τὸν Ἰωσὴφ ἐκτέτοκεν, οἴκαδε μὲν ἰέναι διασπεύδει λοιπὸν ὁ θεσπέσιος Ἰακώβ. Μεταποιεῖται δὲ Λάβαν, καὶ εὐλογεῖσθαί φησιν εἰς πληθὺν ἄρδην τῆς ἀγέλης εὐρυνομένης. Δεῖται γὰρ λίαν ὁ κόσμος Θεοῦ, κἂν εἰ μὴ λέγει τυχὸν, ἀλλ’ οὖν τῷ εἰδέναι καὶ ὁμολογεῖν ὅτι πάντα αὐτῷ τά τε ζωαρκῆ, καὶ τὰ εἰς εὖ εἶναι παρὰ Θεοῦ. Ἐξαιτεῖ δὲ μισθὸν ὁ μακάριος Ἰακὼβ εἰκῆ παρεῖναι μὴ ἐνεχόμενος ἔτι. Καὶ ἦν ὁ μισθὸς οὐκ ἀνεθέλητος αὐτῷ, τὰ κατεῤῥαμμένα τὰ σποδοειδῆ. Κατὰ μὲν οὖν τοὺς ἄνωθεν ἔτι καὶ παρῳχηκότας καιροὺς, καίτοι διοικῶν τὸν κόσμον ἐξ ἡμερότητος τῆς ἐμφύτου καὶ θεοπρεποῦς, ὁ δι’ οὗ τὰ πάντα Θεὸς Λόγος, ἠφίει τοὺς ἐν αὐτῷ πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν, κατὰ τὸ γεγραμμένον. Ἐπειδὴ δὲ τέτοκεν ἡ Ἐκκλησία, τὸν ἐν προσθήκαις ἀεὶ καὶ νέον λαὸν, τουτέστι, τοὺς διὰ πίστεως τῆς εἰς αὐτὸν ἀναγέννησιν ἤδη λαχόντας τὴν πνευματικὴν, ἀπαιτεῖ τὸν κόσμον μισθὸν ὥσπερ τινὰ τῆς ὑπὲρ αὐτοῦ προνοίας τοὺς εἰς τὸ πιστεύειν ἑτοιμοτέρους, ὧν ἂν εἰς τύπον τὰ σποδοειδῆ καὶ ῥαντά. Τί δὴ τοῦτό ἐστιν; Ἀεί περ ἐν ταῖς ὀΐων τε καὶ αἰγῶν ἀγέλαις τὰ μονοειδῆ τοῖς τρέφουσιν αἱρετώτερα· τὰ δὲ ῥαντὰ καὶ κατεστιγμένα τάξιν ἔχει δευτέραν, καὶ οὐκ ἐν ἴσῳ λόγῳ τοῖς ἄλλοις. Ἔριον γὰρ ἐν αὐταῖς οὐ μονοειδὲς, ἀλλ’ ἐν βραχὺ παραλλὰξ, ἑτερόχρουν δέ ἐστιν καὶ οἱονεὶ περιπεφυρμένον. Δέχεται τοίνυν ἀπὸ τοῦ κόσμου Χριστὸς, οὐχὶ δή που πάντως τὰ ἐν αὐτῷ τίμια, καὶ ἐν ἀνθρώποις ἀπόλεκτα, ἀλλ’ ὅσα μᾶλλον ἐν αὐτοῖς ἐν ὑφέσει τε εἶναι δοκεῖ, καὶ οὐκ ἐν ἴσῃ δόξῃ. Πιστώσεται δὲ τὸν λόγον καὶ ὁ θεσπέσιος Παῦλος, ἐπιστέλλων τοῖς πεπιστευκόσι· Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοὶ, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοὶ, οὐ πολλοὶ εὐγενεῖς· ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφοὺς, καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τὰ ἰσχυρά. Νοηθείη δ’ ἂν καὶ ἑτέρως, εἴπερ βούλοιτό τις ἐξακριβοῦν τὰ τοιάδε, σποδοειδὲς ῥαντόν. Ποικίλον γάρ πως οἱ ἐν Χριστῷ τὸ εὐπρεπὲς ἔχοντες ὡς ἐν ἔργοις τε καὶ λόγοις. Τὸ μὲν γὰρ φαιόν τε καὶ μέλαν καταλογισθείη εἰς αἴνιγμα καὶ σκιὰν τοῦ κατὰ Χριστὸν μυστηρίου, καὶ τὸν ἐπ’ αὐτῷ σκοτεινὸν ἀσυμφανῆ τοῖς πολλοῖς καταγράψοι λόγον. Ἔφη γάρ που καὶ ὁ θεσπέσιος Δαβὶδ ἐν βιβλίῳ Ψαλμῶν, ὅτι Ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ. Σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων· τὸ οἱονεὶ δυσκατάληπτον τῶν περὶ Θεοῦ δογμάτων σκηνῇ παρεικάζων, καὶ ὀνομάζων τὸν σκότον, καὶ ὕδωρ σκοτεινὸν ἐν νεφέλαις ἀέρων. Κατεπαγγέλλεται δὲ καὶ ἡ Σοφία τισὶ χαριεῖσθαι πλουσίως τὸ νοεῖν δύνασθαι παραβολὰς καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα. Οὐκοῦν τὸ βαθὺ καὶ οἱονεὶ μέλαν τῶν ἐπὶ Χριστοῦ δογμάτων, τὸ φαιὸν ἡμῖν ὑπαινίττεται χρῶμα. Τὸ δέ γε λαμπρὸν καὶ οἱονείπερ διαφανὲς, τὸ ὡς ἐν ἔργοις φημὶ τοῖς κατ’ εὐσέβειαν παραθήσει τὸ ἕτερον, τουτέστι, τὸ λευκόν. Τοιγάρτοι καὶ ὁ πάντων Δεσπότης τὴν ἐν Χριστῷ πίστεως κάθαρσιν προκαταμηνύει λέγων διὰ τῆς τοῦ προφήτου φωνῆς· Μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν, καὶ δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος. Καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ. Ἐὰν δ’ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. Ἀπόλεκτοι τοίνυν καὶ ἐν λόγῳ τῷ προὔχοντι παρά γε τῷ πάντων Σωτῆρι Χριστῷ οἱ δευτέραν μὲν ἔχοντες ἐν τῷ κόσμῳ τάξιν. Τεθειμένοι δὲ ὥσπερ παρ’ ἄλλους ἐν μείοσιν, καὶ ἐν δόξῃ πλεονεκτούμενοι, κατεῤῥαμμένοι δὲ ὥσπερ καὶ τὸ ποικίλον ἔχοντες νοητῶς ὡς ἐν βάθει δογμάτων τῶν περὶ Θεοῦ, καὶ τὸν τοῖς ἄλλοις ἀσυμφανῆ καταπλουτοῦντες λόγον, φαιδρότητί τε τῇ κατ’ εὐσέβειαν εὖ μάλα διαπρεπεῖς. Μισθὸν μὲν οὖν Ἰακὼβ τὰ κατεῤῥαμμένα. Τίνα δὲ τρόπον κατεσοφίζετο μὲν τὸν Λάβαν, πλεῖστα δὲ ὅσα τὰ αἱρεθέντα ποιεῖ, πολυπραγμονῶμεν, εἰ δοκεῖ, καὶ ἐξ αὐτῶν ἀναμάθωμεν τῶν ἱερῶν Γραμμάτων. Ἔχει γὰρ οὕτως· Ἔλαβε δὲ ἑαυτῷ Ἰακὼβ ῥάβδον στυρακίνην χλωρὰν, καὶ καρυΐνην, καὶ πλατάνου. Καὶ ἐλέπισεν αὐτὰς Ἰακὼβ λεπίσματα λευκὰ, περισύρων τὸ χλωρόν. Ἐφαίνετο δὲ ἐπὶ ταῖς ῥάβδοις τὸ λευκὸν, ὃ ἐλέπισε ποικίλον. Καὶ παρέθηκε τὰς ῥάβδους, ἃς ἐλέπισεν, ἐν ταῖς ληνοῖς τῶν ποτιστηρίων τοῦ ὕδατος, ἵνα, ὡς ἂν ἔλθωσι τὰ πρόβατα πιεῖν, ἐνώπιον τῶν ῥάβδων ἐλθόντων αὐτῶν εἰς τὸ πιεῖν, ἐγκισσήσωσι τὰ πρόβατα εἰς τὰς ῥάβδους. Καὶ ἔτικτον τὰ πρόβατα διάλευκα, καὶ ποικίλα, καὶ σποδοειδῆ ῥαντά. Τοὺς δὲ ἀμνοὺς διέστειλεν Ἰακὼβ, καὶ ἔθηκεν ἐναντίον τῶν προβάτων κριὸν διάλευκον, καὶ πᾶν ποικίλον ἐν τοῖς ἀμνοῖς. Καὶ διεχώρισεν ἑαυτῷ ποίμνια καθ’ ἑαυτὸν, καὶ οὐκ ἔμιξεν αὐτὰ εἰς τὰ πρόβατα τοῦ Λάβαν. Ἐγένετο δὲ ἐν τῷ καιρῷ ᾧ ἐνεκίσσων τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα, ἔθηκεν Ἰακὼβ τὰς ῥάβδους ἐναντίον τῶν προβάτων ἐν ταῖς ληνοῖς, τοῦ ἐγκισσῆσαι αὐτὰ κατὰ τὰς ῥάβδους. Ἡνίκα δὲ ἂν ἔτεκε τὰ πρόβατα, οὐκ ἐτίθει. Ἐγένετο δὲ τὰ ἄσημα τοῦ Λάβαν, τὰ δὲ ἐπίσημα τοῦ Ἰακώβ· καὶ ἐπλούτησεν ὁ ἄνθρωπος σφόδρα σφόδρα. Ποιμενικῆς μὲν οὖν ἐπιστήμης τὸ εἰδέναι φαμὲν, ὅτι τοῖς ὁρωμένοις τὰ ἐμφερῆ πάντων τε καὶ πάντως ἀποτέκοιεν ἂν ὄϊες τε καὶ αἶγες, καὶ τοῖς τῶν παραπιπτόντων χρώμασι γένοιτ’ ἂν ὁμοειδῆ τὰ ἐξ αὐτῶν, εἰ ἐν τῷ κιττᾷν θεάσαιτο. Ἔοικε δέ πως τοῖς κατὰ φύσιν τὸ χρῆμα κατορθοῦσθαι νόμοις. Ἄῤῥητα δὲ τὰ τοιαῦτα παντελῶς, καὶ ταῖς ἡμετέραις ἐννοίαις ἀστιβῆ. Ἀπόλεκτα δὲ τὰ σποδοειδῆ καὶ κατεῤῥαμμένα κατὰ θείαν ὀμφὴν ἐποιεῖτο πάλιν ὁ θεσπέσιος Ἰακώβ. Ἔφη γάρ που πρὸς Λείαν τε καὶ Ῥαχήλ. Καὶ ἐγένετο ἡνίκα ἐνεκίσσων τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα, καὶ εἶδον τοῖς ὀφθαλμοῖς μου ἐν τῷ ὕπνῳ. Καὶ ἰδοὺ οἱ τράγοι καὶ οἱ κριοὶ ἀναβαίνοντες ἦσαν ἐπὶ τὰς αἶγας καὶ τὰ πρόβατα, διάλευκοι καὶ ποικίλοι, καὶ σποδοειδεῖς ῥαντοί. Καὶ εἶπέ μοι ὁ ἄγγελος τοῦ Θεοῦ καθ’ ὕπνον· Ἰακώβ. Ἐγὼ δὲ εἶπα· Τί ἐστι; Καὶ εἶπεν· Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἰδὲ τοὺς τράγους, καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διαλεύκους, καὶ ποικίλους, καὶ σποδοειδεῖς ῥαντούς. Ταυτὶ μὲν οὖν φησι τὸ Γράμμα τὸ ἱερόν. Ἀλλὰ φέρε τῆς ἱστορίας τὸ χθαμαλὸν ὑποτρέχοντες, ἀναβαίνωμεν ἐπὶ τὰ πνευματικά.