Ancient Greek
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Ε., Περὶ τοῦ Ἰακώβ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 2-3
Not analysed yet
β. Δεδούλευκε τοίνυν ὁ μακάριος Ἰακὼβ τῷ Λάβαν, ὑπὲρ δυοῖν θυγατέραιν, Λείας τε, φημὶ, καὶ Ῥαχήλ. Μακροὺς δὲ εἰς τοῦτο δαπανήσας χρόνους, γεννηθέντος αὐτῷ τοῦ Ἰωσὴφ ἐκ Ῥαχὴλ τῆς ὅτι μάλιστα διαφερόντως ἠγαπημένης, ἀλύει λοιπὸν εἰκότως, οἴκοι δέ τε ἰέναι διασπεύδει πάλιν. Καὶ ὁ τῆς ἀποδημίας λόγος οὐκ ἀπίθανον ἔχει τὴν εὕρεσιν. Εἰ γὰρ μέλλοιμι, φησὶν, ἀμισθί τε καὶ διηνεκῶς κατανέμειν τὰ σὰ, πότε ποιήσω κἀγὼ ἐμαυτῷ οἶκον; τουτέστι πότε τοῖς ἐμαυτοῦ παιδίοις τὰ ζωαρκῆ συλλέξαιμι, κεκλήσομαι δὲ καὶ αὐτὸς οἴκου δεσπότης; Ἀλλὰ ταυτὶ μὲν Ἰακώβ. Μεταποιεῖται δὲ Λάβαν ὡς ἀγαθοῦ ποιμένος, ηὐλογεῖσθαί τέ φησιν ἐπὶ τῇ εἰσόδῳ αὐτοῦ. Μεθίησι δὲ οὐδαμῶς· καίτοι τῆς ὑπὲρ τῶν θυγατέρων δουλείας εἰς πέρας ἡκούσης τὸ ὡρισμένον. Ὑπισχνεῖται δὲ τὸν ἁνδάνοντα χορηγήσειν μισθόν. Ὁ δὲ ὅτι μὲν γίνοιτο χρηστὸς καὶ ἐπιεικὴς καὶ τῶν ἄγαν τληπαθεστάτων, καὶ μὴν εὐλογίας αὐτῷ τῆς παρὰ Θεῷ πρόξενος, διεβεβαιοῦτο σαφῶς. Ἔφη γὰρ, ὅτι Εὐλόγησέ σε ὁ Θεὸς ἐπὶ τῷ ποδί μου, ἀντὶ τῆς εἰσόδου τὸν πόδα τιθείς. Τοῦτο γὰρ ἔφη προλαβὼν ὁ Λάβαν. Αἰτεῖ δὲ μισθὸν, καὶ κατανεμήσειν ἐπαγγέλλεται τὰς Λάβαν ἀγέλας. Ἀπονεμηθέντων αὐτῷ καὶ διεσταλμένων ἰδικῶς τῶν κατεῤῥαντισμένων, ἤτοι διαλεύκων καὶ σποδοειδῶν. Οὗ δὴ γεγονότος ἀποδιίστησι μὲν ὁ Ἰακὼβ ὁμοῦ τοῖς ἰδίοις τέκνοις τὴν ἀποκληρωθεῖσαν αὐτῷ ἀγέλην, καταποιμαίνει δὲ αὐτὸς τὰ Λάβαν ἔτι. Τίς δὴ οὖν ἄρα τῶν τοιούτων ἡμῖν σαφὴς γένοιτο ἂν καὶ εἰς ἰσχνότητα τὴν πνευματικὴν περιεπτισμένος ὁ νοῦς, εἰπεῖν ἀναγκαῖον.