Ancient Greek · ~12 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Δ., Περὶ τοῦ πατριάρχου Ἰακώβ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 4.1-4
Not analysed yet
δ. Καὶ ταυτὶ μὲν ἡμῖν ὡς ἐν παχυτέραις ἀφηγήσεσιν εἰρήσθω πάλιν. Καταψιλοῦν γὰρ ἔδει, τῆς ἱστορίας τὸ ἄναντες εἶναι δοκοῦν. Μεθιστάντες δὲ ἤδη πρὸς θεωρίαν πνευματικὴν τὸ προκείμενον, πάλιν ἐκεῖνό φαμεν, ὅτι τὰς τῶν φονώντων ὀργὰς, φημὶ δὴ τῶν Ἰουδαίων, ὁ νέος καὶ ἐν πίστει λαὸς, ὡς ἐν ἀπαρχῇ τοῖς ἁγίοις ἀποστόλοις νοούμενος, ὑποτρέχειν μὲν ἠπείγετο καὶ παραιτεῖσθαι λίαν. Ἀπαίρων δὲ ὥσπερ ἀπὸ πόλεως εἰς πόλιν, τὰς ἐξ ἐθνῶν ἀγέλας ἐμνηστεύετο, καὶ συλλέγειν ὥσπερ εἰς ἑαυτὸν διὰ τῆς ἐν πνεύματι καὶ νοητῆς κοινωνίας, ἐπεθύμει λίαν. Καθάπερ ἀμέλει καὶ Ἰακὼβ ἐπὶ τὰς τοῦ Λάβαν ἠπείγετο θυγατέρας, ἐκδειματοῦντος Ἡσαῦ, καὶ φονᾷν ἀγρίως ἐπικεχειρηκότος. Ἐπειδὴ δὲ ὁ ἐν πίστει λαὸς ἐπανεπαύσατο τῷ Χριστῷ, ὅς ἐστι λίθος ἐκλεκτὸς, ἀκρογωνιαῖος, ἔντιμος· τοῦτο γὰρ, οἶμαι, ἔστι τὸ ἐφυπνοῦν τῷ λίθῳ· μεμαθήκαμεν, ὅτι μόνοι μὲν εἰς γῆν οὐκ ἔσονται, συλλήπτορας δὲ καὶ ἐπαρωγοὺς τοὺς ἁγίους ἕξουσιν ἀγγέλους, ἄνω τε καὶ κάτω διαθέοντας. Ἔφη γάρ που Χριστός· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἀπάρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου. Τοῦτο, οἶμαι, ἔστιν ἡ κλίμαξ, ἡ ἄνω τε καὶ κάτω τῶν ἁγίων πνευμάτων διαδρομὴ, πεμπομένων εἰς διακονίαν, διὰ τοὺς μέλλοντας κληρονομεῖν βασιλείαν. Ἐπεστήρικτο δὲ τῇ κλίμακι Χριστὸς, ὡς μέχρις αὐτοῦ φθανόντων τῶν ἁγίων πνευμάτων, καὶ αὐτὸν ἐχόντων τὸν ἐπιστάτην· οὐχ ὡς ὄντα κατ’ αὐτὰ, ἀλλ’ ὡς Θεὸν καὶ Κύριον. Ἔφη δέ που καὶ ὁ Δαβὶδ ἀνθρώπῳ παντὶ τῷ κατοικεῖν ἑλομένῳ ἐν βοηθείᾳ τοῦ Ὑψίστου, Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου. Ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. Πεπατήκαμεν γὰρ ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, Χριστοῦ διδόντος τὴν ἐξουσίαν. Ἄξιοι δὴ οὖν καὶ θεοπτίας οἱ ἐν Χριστῷ, καὶ τοῦ διακεῖσθαι τεθαῤῥηκότως ὅτι καὶ συνέσται καὶ ἐπαμυνεῖ, καὶ διασώσει πανταχοῦ, καὶ ἐγκάρπους ἀποφανεῖ. Ἰδοὺ γὰρ ἐγὼ, φησὶ, μεθ’ ἡμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ὅτι δὲ καὶ πεπλουτήκασιν οἱ μακάριοι μαθηταὶ, καὶ ἀναριθμήτων ἐθνῶν γεγόνασι πατέρες, ἐν πίστει τῇ ἐν Χριστῷ λέγω, καὶ ὡς ἐν γεννήσει τῇ πνευματικῇ, παντί που δῆλον, Παύλου λέγοντος ἐναργῶς, τοῖς δι’ αὐτοῦ πιστεύσασιν· Ὅτι κἂν μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ’ οὐ πολλοὺς πατέρας. Ἐν γὰρ Χριστῷ Ἰησοῦ, διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Γέγονε τοίνυν αὐτῶν τὸ σπέρμα, ταῖς ἄμμοις ἰσάριθμον. Ἐκτέταται δὲ καὶ εἰς ἀκτῖνας καὶ δύσιν, καὶ δεξιὰ καὶ εὐώνυμα· νότον δὴ λέγω καὶ βοῤῥᾶν. Ἀλλ’ ἦν καὶ ὁ λίθος ὡς ἐν τύπῳ Χριστοῦ τιμώμενος καὶ ἀναστηλούμενος, ἐν ἐλαίῳ τε δεδευμένος. Κέχρισται γὰρ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Ἐμμανουὴλ, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους αὐτοῦ. Ἐγήγερται δὲ καὶ ἐκ νεκρῶν, καίτοι καταβεβηκὼς ἐθελοντὴς εἰς θάνατον. Καὶ τοῦτο, οἶμαι, ἔστι τὸ ἀνεστηλῶσθαι τὸν λίθον. Κηρύττεται δὲ καὶ διὰ τῶν ἁγίων ἀποστόλων ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὡς κεχρισμένος παρὰ Πατρὸς ἐν ἁγίῳ Πνεύματι καὶ ἐγηγερμένος ἐκ νεκρῶν. Δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.