Ancient Greek · ~7 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Δ., Ἔτι περὶ τοῦ πατριάρχου Ἰακώβ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 1-5
Not analysed yet
α. Τὸ θείων ἡμᾶς ἐφίεσθαι λόγων, καὶ διψᾷν ὅτι μάλιστα τὸ χρηστόν τι μαθεῖν, ὅτι πάντων ἄριστον, καὶ ταῖς ἀνωτάτω ψήφοις ἐστεφανωμένον παρὰ Θεοῦ, πῶς ἂν ἐνδοιάσειέ τις; Ἄξιον δὲ ὅτι τοῦ παντὸς λόγου τὸ χρῆμά ἐστι καὶ πρὸς ἀναγκαῖον ἡμῖν ἐκτελευτήσει πέρας, καὶ αὐτὸς ἡμᾶς πεπληροφόρηκεν ὁ Σωτὴρ οὕτω λέγων· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ, ζητοῦντι καλοὺς μαργαρίτας. Ὃς εὑρὼν ἕνα πολύτιμον μαργαρίτην, ἀπελθὼν πέπρακε πάντα ὅσα εἶχε, καὶ ἠγόρασεν αὐτόν. Ἀναγκαῖον δὴ οὖν προαναζητεῖσθαι παρ’ ἡμῶν καλοὺς μαργαρίτας. Εὑρήσομεν γὰρ ὡδὶ τὸν ἕνα καὶ πολύτιμον μαργαρίτην, τουτέστι, Χριστόν. Καὶ τίνες ἂν εἶεν οἱ καλοὶ μαργαρῖται, καὶ ἀξιόληπτον ἔχοντες κτῆσιν ὧν ἡ ζήτησις, εἰς μέσον ἄγει τὸν ἕνα, φαίην ἂν πάντη τε καὶ πάντως οἱ ἅγιοι, περὶ ὧν εἴρηται διὰ προφήτου φωνῆς, ὅτι Λίθοι ἅγιοι κυλιῶνται ἐπὶ τῆς γῆς. Ἐκβασανιστέον δὴ οὖν εὖ μάλα τὰ ἐφ’ ἑκάστῳ μάλιστα τῶν ἀρχαιοτέρων εἰρημένα τε καὶ πεπραγμένα. Κατοψόμεθα γὰρ ἐν αὐτοῖς τὸ βαθὺ τῆς εὐσεβείας μυστήριον, τουτέστι, Χριστὸν, ὡς ἐν τύποις ἔτι σοφῶς καὶ ἐντέχνως σκιαγραφούμενον. Εὑρήσομεν δὲ πρὸς τούτῳ, καὶ τὴν ἐν αὐτῷ νοουμένην οἰκονομίαν, ἀσαφείαις μέν τισι κατεσκιασμένην, πλὴν οὐκ εἰς ἅπαν ἀσυμφανῆ τὴν παράδειξιν. Προκείσεται δὲ τῷ λόγῳ καὶ νῦν, τὰ κατὰ τὸν θεσπέσιον Ἰακὼβ, ὅπως τε καὶ τίνα τρόπον διεβίω, λελέξεται. Καὶ τὸ σχῆμα τῆς ὅλης οἰκονομίας, φημὶ δὴ τῆς εὐαγγελικῆς, ὡς ἐν αὐτῷ διαδείξομεν, τὰ τῆς ἱστορίας εὐανθέστατα μελιττῶν δίκην περιιπτάμενοι, καὶ τὸ ἐφ’ ἑκάστου χρήσιμον, εἰς τὴν τοῦ λόγου διασάφησιν συναγείροντες. Εἰ δὲ δὴ μὴ πάντα ταῖς θεωρίαις εἰσκρίνοιτο τὰ περὶ αὐτοῦ γεγραμμένα, χαλεπαινέτω μηδεὶς, ἐκεῖνο διενθυμούμενος, ὡς τὰ μέν ἐστιν ἴδια τρόπον τινὰ, τῶν ἱστορικῶς γεγονότων, τὰ δὲ καὶ δι’ ἐννοιῶν τῶν ἐσωτάτω χωρεῖ, καὶ εἰς τὴν τοῦ μυστηρίου διαμορφοῦται δύναμιν.