Ancient Greek · ~18 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Δ., Ἔτι περὶ τοῦ πατριάρχου Ἰακώβ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 4.1-5
Not analysed yet
δ. Ὕδατι τοίνυν ἀφομοιοῦν ἔθος τῇ Γραφῇ, τὴν περὶ Θεοῦ γνῶσιν. Ὅτι γὰρ ἦν ζωοποιὸς, μεμαρτύρηκεν ὁ Σωτὴρ, πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα λέγων· Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Προσελάλει δὲ καὶ γυναίῳ τῷ ἐκ τῆς Σαμαρείας φημί ποτε· Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. Οἶμαί που τὸν παρ’ ἑαυτοῦ λόγον καὶ παίδευσιν ὀνομάζων ζωοποιόν. Προσεφώνει δὲ καὶ ὁ Δεσπότης· Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. Καὶ μὴν καὶ διὰ τῆς τοῦ προφήτου φωνῆς, ἐπαιτιᾶταί τινας ἀμαθῶς ἀπονεύσαντας εἰς τὸ δεῖν ἑτέρους προσίεσθαι διδασκάλους μετὰ τὴν ἐν νόμῳ παίδευσιν, καὶ ἐκκεκλικότας εἰς διδασκαλίας καὶ ἐντάλματα ἀνθρώπων. Ἔφη δὲ οὕτως· Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἐπὶ πλεῖον, λέγει Κύριος· ὅτι δύο πονηρὰ ἐποίησεν ὁ λαός μου. Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν. Ὕδωρ δὴ οὖν τὸ ζωοποιὸν, ὁ θεῖος ἂν εἴη λόγος. Πλὴν ἐν βάθει κεῖται πολλῷ, καὶ οὐκ ἂν οἶμαί τις αὐτὸν ἀνιδρωτὶ πορίσαιτό ποτε. Οὐ γὰρ ἕτοιμος ἑλεῖν τοῖς ἐθέλουσιν ἁπλῶς. Ἐπωματίζει δὲ ὥσπερ λίθος αὐτῷ βαρὺς καὶ δυσπαρακόμιστος, ἡ περὶ αὐτὸν ἀσάφεια τῆς ἐν ἡμῖν διανοίας νικῶσα τὸ ἀδρανές. Καὶ δὴ δεῖ πόνου καὶ ἱδρῶτος μακροῦ τοῖς τὰ νοητὰ κατανέμουσι θρέμματα πρὸς τὸ ἀπαλλάξαι μὲν τῆς ἀσαφείας τὸν λόγον, ἀρύσασθαί τε οὕτω λοιπὸν καὶ οἱονεί πως ἐκ βάθους εἰς τὸν ἄνω τε καὶ ἐμφανὲς ἐνεγκεῖν, παραθεῖναί τε σαφῶς εἰς ἀπόλαυσιν ζωαρκῆ τοῖς ἐντευξομένοις. Ἀλλ’ οἱ μὲν παρ’ Ἕλλησι ποιμένες, τουτέστιν, οἱ παρ’ αὐτοῖς σοφοὶ καὶ λογάδες πολλοὶ καὶ κατὰ πληθὺν συνθέοντες τῶν περὶ Θεοῦ δογμάτων οἱονεὶ τὸ ἀληθὲς παροχλίζουσι· δοξάζουσι γὰρ οὐκ ὀρθὰ περὶ αὐτοῦ, Θεοῦ μὲν ὁμολογοῦντες φύσιν, διανέμοντες δὲ τὴν τῆς θεότητος δόξαν, οἷς ἂν ἕλοιντο τυχόν. Ἐξαρκεῖ δὲ καὶ μόνος εἷς τῶν ἐν Χριστῷ ποιμένων ἀποκινῆσαι τοῦ φρέατος, καίτοι κομιδῇ δυσδιακόμιστον ὄντα τὸν λίθον· τουτέστι, τὴν ἐπεῤῥιμμένην ταῖς περὶ Θεοῦ δόξαις ἐπικάλυψίν τε καὶ ἀσάφειαν, ὅθεν ἐναργῆ τοῖς ἔθνεσι καθιστῶσι τὴν ἀλήθειαν, καὶ τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς παραδεικνύντες Θεὸν, οὐ διαλελοίπασι. Καὶ γοῦν ὁ μακάριος Παῦλος Ἀθήνῃσιν ἐλθὼν, τοῖς τῇδε λογάσι τὸ ὕδωρ τὸ ζῶν παρετίθει, λέγων· Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ. Διερχόμενος γὰρ, φησὶ, καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν, εὗρον καὶ βωμὸν, ἐν ᾧ ἐπεγράφετο· Ἀγνώστῳ Θεῷ. Ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. Βλέπετε γὰρ ὅπως καίτοι λαῶν ὄντες ἡγούμενοι, καὶ τῶν παρά σφισι ποιμένες καὶ καθηγηταὶ, μόλις τοῦ φρέατος βραχὺ παροχλίζουσι, τὸν δυσαχθῆ λίθον, εὐσεβεῖν μὲν οἰόμενοι, διά γε τῆς εἰς τὸ θεῖον αἰδοῦς, πολὺ δὲ τῆς ἀληθείας ἀπεσφαλμένοι. Βωμὸν γὰρ ἀναδειμάμενοι, γραφὴν ἐνεκόλαπτον, Ἀγνώστῳ Θεῷ, τουτέστι, καὶ τῷ μὴ γνωσθέντι δαίμονι. Ἀλλ’ ἐκεῖνοι μὲν ἀρίστην ἐνόμιζον ἐπὶ Θεῷ τὴν δόξαν ἑλεῖν. Κατασοφίζεται δὲ τὴν γραφὴν ὁ θεσπέσιος Παῦλος, καὶ πολὺ δὴ λίαν εὐτέχνως ἄγει πρὸς τὸ χρήσιμον, τὸν οὐκ ἐγνωσμένον αὐτοῖς Θεὸν, Χριστὸν εἶναι λέγων. Ὃν γὰρ ὑμεῖς, φησὶν, ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. Ὁρᾷς ὅπως ἀπεκάλυψε τὸ φρέαρ, ἀπεκύλισε τὸν λίθον, τὴν ζωοποιὸν αὐτοῖς παρέδειξε γνῶσιν. Ἀσύγκριτος τοίνυν τῆς τῶν ποιμένων ἀγχινοίας ἡ διαφορά. Οἱ μὲν γὰρ, καίτοι λίαν ὄντες πολλοὶ, τῆς ἀληθοῦς περὶ Θεοῦ δόξης κατόπιν ᾔεσαν καὶ τῆς τῶν δογμάτων ἀσαφείας ἡττώμενοι, παρεφέροντο πρὸς τὸ δοκοῦν. Ὁ δὲ καίτοι μόνος ὢν παρετίθει τὴν ἀλήθειαν. Ἀπεκύλισε γὰρ τὸν λίθον μόνος ὁ Ἰακὼβ, καὶ τὰ ὑπὸ τὴν Ῥαχὴλ ποτίζει πρόβατα. Καὶ μέν τοι ἀξιέραστον ἡγεῖτο τὴν κόρην. Ἐφίλησε γὰρ, φησὶ, τὴν Ῥαχὴλ, καὶ ἀνεγνωρίζετο μὲν τῷ Λάβαν εὐθὺς, ὃς δὴ καὶ ἐφέστιον ἐποιεῖτο λοιπὸν ἀγάπης τε καὶ περιπλοκῶν ἠξίου τὸν ἀδελφόπαιδα, καὶ ἐν τοῖς ἀγχισπόροις κατελογίζετο. Ἔφη γάρ· Ἐκ τῶν ὀστῶν μου καὶ ἐκ τῶν σαρκῶν μου εἶ σύ. Ἑρμηνεύεται μὲν ἡ Ῥαχὴλ, Θεοῦ πρόβατον. Περιθείη δ’ ἄν τις αὐτῇ, καὶ μάλα εἰκότως, τῆς ἐξ ἐθνῶν Ἐκκλησίας τὸ σχῆμα. Αὕτη γάρ ἐστι τὸ τοῦ Χριστοῦ πρόβατον, τὸ τοῖς ἀρχαιοτέροις ποιμνίοις ἀναμιχθὲν, καὶ ταῖς τοῦ Σωτῆρος αὐλαῖς ἐνσεσηκασμένον. Τοιγάρτοι καὶ ἔφασκε· Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης. Κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν. Ἐποίμαινον δὲ καὶ οἱ θεσπέσιοι μαθηταὶ τὴν Ἐκκλησίαν Χριστοῦ, ἤτοι τὰ ὑπ’ αὐτῇ νοούμενα λογικὰ θρέμματα, καὶ δὴ καὶ γεγόνασιν αὐτῆς ἐρασταὶ καὶ νυμφαγωγοὶ, παριστῶντες αὐτὴν τῷ Θεῷ παρθένον ἁγνὴν, μὴ ἔχουσαν σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων· ἁγίον δὲ μᾶλλον καὶ ἄμωμον.