Ancient Greek · ~13 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Δ., Ἔτι περὶ τοῦ πατριάρχου Ἰακώβ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 5.1-5
Not analysed yet
ε. Ὅτι δὲ καὶ τὴν τοῦ γένους ἀρχὴν, καὶ οἱονεὶ τὰς πρώτας τῆς ῥίζης ἐκβολὰς, ἐξ ἐθνῶν ἐσχήκασιν οἱ ἐξ Ἰσραὴλ, ἐκ τῶν τοῦ Λάβαν συνήσομεν λόγων. Ἀνὴρ γὰρ εἰδωλολάτρης κατησπάζετο τὸν Ἰακὼβ, καὶ ἐξ ὁμαίμονος αὐτὸν γενέσθαι φησὶ, δῆλον δὲ ὅτι Ῥεβέκκας· σάρκα τε αὐτὸν καὶ ὀστοῦν ἴδιον ἀπεκάλει. Κέκληται γὰρ ὁ θεσπέσιος Ἀβραὰμ ἐν ἀκροβυστίᾳ, τεθραμμένος ἐν γῇ Χαλδαίων ἔθεσί τε καὶ νόμοις τοῖς Ἑλληνικοῖς, καὶ σημεῖον ἔλαβε περιτομὴν, σφραγῖδα τῆς ἐν ἀκροβυστίᾳ πίστεως, κατὰ τὸ γεγραμμένον. Συγγενὴς οὖν ἄρα τοῖς ἐξ ἐθνῶν καὶ ὁ πρωτότοκος Ἰσραήλ· καίτοι νόμῳ διεσταλμένος, εἴς γε τὸ ἕτερος εἶναι δοκεῖν. Ἀλλ’ ἐν Χριστῷ γεγόνασιν ἒν οἱ δύο. Περιεῖλε γὰρ τὸ μεσολαβοῦν, καταργήσας τὸν ἐν γράμμασι νόμον, καὶ τὴν διιστῶσαν περιτομήν. Ἀνεκαινίσθημεν γὰρ εἰς ἕνα καινὸν ἄνθρωπον, σύσσωμά τε καὶ ὁμοψυχοῦντα τὰ ἔθνη τοῖς ἐξ Ἰσραήλ. Μονονουχὶ δὲ καὶ εἰς ταυτότητα συνενηνεγμένα διὰ τῆς ἐν πνεύματι κοινωνίας, ὁρᾶται λοιπόν. Ἔφη γάρ που Χριστὸς πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· Θέλω ἵνα ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, καθάπερ ἔφην ἀρτίως, καὶ θεὶς ἐκ μέσου τὸ διιστῶν, καὶ συνδέων ἡμᾶς οἷον εἰς ἑνότητα διὰ πνεύματος. Σημεῖον οὖν ἄρα, καὶ μάλα σαφὲς, τῆς ἐν πίστει τε καὶ πνευματικῆς ἑνώσεως τῶν δύο λαῶν τὸ περιπλέκεσθαι τῷ Ἰακὼβ τὸν Λάβαν, ὁμολογῆσαί τε ὅτι καὶ ὀστοῦν εἴη καὶ σὰρξ αὐτοῦ. Ὅτι δὴ πρὸς τούτοις ἕτερον, φέρε δὴ λέγωμεν, ἐξ αὐτῶν ἑλόντες τῶν ἱερῶν Γραμμάτων. Εἶπε γὰρ, φησὶ, Λάβαν τῷ Ἰακώβ· Ὅτι γὰρ ἀδελφός μου εἶ, οὐ δουλεύσεις μοι δωρεάν. Ἀπάγγειλόν μοι τίς ὁ μισθός σού ἐστι. Τῷ δὲ Λάβαν ἦσαν δύο θυγατέρες, ὄνομα τῇ μείζονι Λεία, καὶ ὄνομα τῇ νεωτέρᾳ Ῥαχήλ. Οἱ δὲ ὀφθαλμοὶ Λείας ἀσθενεῖς, Ῥαχὴλ δὲ ἦν καλὴ τῷ εἴδει καὶ ὡραία τῇ ὄψει σφόδρα. Ἠγάπησε δὲ Ἰακὼβ τὴν Ῥαχὴλ, καὶ εἶπε· Δουλεύσω σοι ἑπτὰ ἔτη περὶ Ῥαχὴλ τῆς θυγατρός σου τῆς νεωτέρας. Εἶπε δὲ αὐτῷ Λάβαν· Βέλτιον δοῦναί με αὐτὴν σοὶ, ἢ δοῦναί με αὐτὴν ἀνδρὶ ἑτέρῳ. Οἴκησον μετ’ ἐμοῦ. Καὶ ἐδούλευσεν Ἰακὼβ περὶ Ῥαχὴλ ἔτη ἑπτά. Καὶ ἦσαν ἐναντίον αὐτοῦ ὡσεὶ ἡμέραι ὀλίγαι, παρὰ τὸ ἀγαπᾷν αὐτὸν αὐτήν. Εἶπε δὲ Ἰακὼβ τῷ Λάβαν· Δός μοι τὴν γυναῖκά μου. Πεπλήρωνται γὰρ αἱ ἡμέρα· μου, ὅπως εἰσέλθω πρὸς αὐτήν. Συνήγαγε δὲ Λάβαν πάντας τοὺς ἄνδρας τοῦ τόπου, καὶ ἐποίησε γάμον. Καὶ ἐγένετο ἑσπέρα. Καὶ λαβὼν Λάβαν Λείαν τὴν θυγατέρα αὐτοῦ, εἰσήγαγε αὐτὴν πρὸς Ἰακώβ. Καὶ εἰσῆλθε πρὸς αὐτὴν Ἰακώβ. Ἔδωκε δὲ Λάβαν Ζελφὰν τὴν παιδίσκην αὐτοῦ, Λείᾳ τῇ θυγατρὶ αὐτοῦ παιδίσκην. Ἐγένετο δὲ πρωΐ, καὶ ἰδοὺ ἦν Λεία. Εἶπε δὲ Ἰακὼβ τῷ Λάβαν· Τί τοῦτο ἐποίησάς μοι; οὐ περὶ Ῥαχὴλ ἐδούλευσα παρὰ σοί; Καὶ ἵνα τί παρελογίσω με; Εἶπε δὲ Λάβαν· Οὐκ ἔστιν οὕτως ἐν τῷ τόπῳ ἡμῶν, δοῦναι τὴν νεωτέραν πρινὴ τὴν πρεσβυτέραν· συντέλεσον οὖν τὰ ἕβδομα ταύτης, καὶ δώσω σοι καὶ ταύτην ἀντὶ τῆς ἐργασίας, ἧς ἐργᾷ παρ’ ἐμοὶ ἑπτὰ ἔτη ἕτερα· ἐποίησε δὲ Ἰακὼβ οὕτως, καὶ ἀνεπλήρωσε τὰ ἕβδομα ταύτης. Καὶ ἔδωκεν αὐτῷ Λάβαν Ῥαχὴλ τὴν θυγατέρα αὐτοῦ αὐτῷ γυναῖκα. Ἔδωκε δὲ Λάβαν Ῥαχὴλ τῇ θυγατρὶ αὐτοῦ Βάλλαν, τὴν παιδίσκην αὐτοῦ αὐτῇ παιδίσκην, καὶ εἰσῆλθε πρὸς Ῥαχήλ. Ἠγάπησε δὲ Ῥαχὴλ μᾶλλον ἢ Λείαν, καὶ ἐδούλευσεν αὐτῷ ἑπτὰ ἔτη ἕτερα.