Ancient Greek · ~28 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Ε., Ἔτι περὶ τοῦ Ἰακώβ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 4.1-7
Not analysed yet
δ. Παλαίσας ὁ Ἰακὼβ καὶ νενικημένος, καὶ παθὼν ἐν σκότῳ τὴν νάρκωσιν, τὴν ἐν μηρῷ δηλονότι, λοιπὸν ἀντέχεται τοῦ παλαίοντος ὡς εἰρηνικῶς, διαυγάζοντος φωτὸς, καὶ ὄρθρου λοιπὸν ἤδη γεγονότος· ἐξεβιάζετο δὲ ὥσπερ εἰς εὐλογίας αὐτὸν, καὶ δὴ καὶ ηὐλόγηται· μετωνόμασται γὰρ Ἰσραήλ. Ἀντεξάγων γὰρ ὥσπερ ὁ Ἰσραὴλ τῷ Ἐμμανουὴλ τὸ ἀπειθὲς καὶ δυσάγωγον, πλὴν ὡς ἐν ἀγνοίᾳ καὶ σκότῳ, τῷ τῆς ἀμαθίας, φημί. Πεπώρωτο γάρ· ἐπέγνω μόλις ἀνίσχοντος καὶ αὐτῷ κατὰ νοῦν τοῦ θείου φωτός. Ηὐλόγηταί τε παρὰ Χριστοῦ, εἰ καὶ μὴ ἅπας τυχὸν, ἀλλ’ οὖν ἐν μοίρᾳ τινὶ τῶν πεπιστευκότων. Γέγονε γὰρ λεῖμμα κατ’ ἐκλογὴν χάριτος τῷ Ἰσραὴλ, κατὰ τὸ γεγραμμένον, καὶ πεπιστεύκασι τῶν Ἰουδαίων οὐκ ὀλίγοι τὸν ἀριθμόν. Καὶ πρό γε τῶν ἄλλων οἱ θεσπέσιοι μαθηταὶ, οἳ ποτὲ μὲν ἦσαν Ἰακὼβ, τὸ ἀδρανὲς ἔχοντες ἐν νόμῳ, καὶ οἱονεὶ πτερνίζοντες, περιπνεύοντές τε γοργῶς, καὶ ὅτι μάλιστα παραιτούμενοι τὸ προσκρούειν Θεῷ. Ἄμεμπτοι γὰρ ἦσαν κατὰ δικαιοσύνην τὴν ἐν τῷ νόμῳ. Γεγόνασι δὲ μετὰ τοῦτο καὶ Ἰσραὴλ, τουτέστι, μετακεχωρήκασιν εἰς νοῦν ὁρῶντα Θεὸν λοιπόν. Τὸ γὰρ εἰδέναι Χριστὸν, τίς δὴ ἄρα, καὶ πόθεν γέγονε καθ’ ἡμᾶς, ἢ ποῖος αὐτῷ τῆς μετὰ σαρκὸς οἰκονομίας ὁ τρόπος· τοῦτο εἶναί φημι, τῆς ἀληθοῦς θεοπτείας τὸ φῶς εἰσδέξασθαι κατὰ νοῦν. Ὅτι δὲ μείζων, καὶ προφερεστέρα, καὶ ἀσυγκρίτως ἀμείνων τῆς ἐν νόμῳ πολιτείας ἡ περὶ Θεοῦ γνῶσις, πληροφορήσει λέγων αὐτὸς δι’ ἑνὸς τῶν προφητῶν· Ὅτι ἔλεον θέλω, καὶ οὐ θυσίαν· καὶ ἐπίγνωσιν Θεοῦ, ἢ ὁλοκαυτώματα. Καὶ Παῦλος, ὡς γεγένητο μὲν κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ, λαμπρός τε καὶ ἄμεμπτος· Ἡγεῖται δὲ τὰ τοιαῦτα ζημίαν, διὰ τὸ ὑπερέχον τῆς γνώσεως τοῦ Χριστοῦ. Ὅτι δέ ἐστι καὶ τῆς ἐν ἔργοις φαιδρότητος, ἐν ἀμείνοσιν ἡ ἀκιβδήλευτος γνῶσις περὶ Χριστοῦ, σαφηνιεῖ δὴ πάλιν Τιμοθέῳ γράφων ὁ Παῦλος, γυμνάζεσθαι αὐτὸν πρὸς εὐσέβειαν· Ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος, ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης. Ὡς γὰρ αὐτὸς εἴρηκεν ὁ Σωτὴρ πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα, Αὔτη ἐστὶν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Οὐκοῦν κἂν εἴ τις εἴη τυχὸν Ἰακὼβ, τουτέστιν, εἰ πτερνίζειν δύναιτο, καὶ διαδιδράσκειν ἀστείως καὶ νεανικῶς πᾶν ὅπερ ἐστὶ παραλύειν εἰδὸς καὶ καλοῦν εἰς ἁμαρτίαν, προκόψει διὰ Χριστοῦ καὶ εἰς σύνεσιν ἁγιοπρεπῆ. Κεκλήσεται δὲ καὶ Ἰσραὴλ, τουτέστι, Θεὸν ὁρῶν. Τότε δὴ, τότε καὶ μετὰ ἀνθρώπων ἔσται δυνατὸς, ἐνισχύσας μετὰ Θεοῦ. Οὐ γὰρ οὖν τὸ ἄναλκι κατηῤῥωστηκότος ἔργον ἂν γένοιτο τὸ εἰδέναι Θεὸν, καὶ τὴν ἐπ’ αὐτῷ γνῶσιν ἑλεῖν, εἰ καὶ ἐν ἐσόπτρῳ βλέποι καὶ αἰνίγματι· ἀλλὰ τοῦ πρὸς τοῦτο λοιπὸν ἀσθενείας ἐνηνεγμένου, ὡς δι’ οὐδενὸς μὲν ποιεῖσθαι λόγου τὰ σαρκικὰ καὶ ἐγκόσμια· γοργῷ δὲ ὥσπερ καὶ ἀκαθέκτῳ φρονήματι διᾴττειν δύνασθαι πρὸς τὸ τῷ Θεῷ δοκοῦν· ὅτι οὗτος ἔσται δυνατὸς ἐν ἀνθρώποις, καὶ ἐνισχύσει μετὰ Θεοῦ. Οὐκοῦν ηὐλόγηται μὲν ὁ θεσπέσιος Ἰακὼβ, προσελιπάρει δὲ λέγων· Ἀνάγγειλόν μοι ὄνομά σου. Καὶ εἶπε, φησίν· Ἵνα τί τοῦτο ἐρωτᾷς σὺ τὸ ὄνομά μου; Οὐκ ἀπαγγέλλει δὲ τοὔνομα Θεὸς, ὅτι κατὰ φύσιν ἐστὶ, καὶ διὰ τούτου δεικνύς. Ὄνομα μὲν γὰρ ὡς ἀνθρώπῳ τυχὸν ἰδικῶς οὐδὲν ἂν εἴη Θεῷ· πλὴν ἐξ ὧν εἶναι πέφυκε πολλαχῶς ὀνομάζεται. Φῶς γὰρ, καὶ ζωὴ, καὶ δύναμις, καὶ ἀλήθεια, μονογενὴς, καὶ ἀπαύγασμα, καὶ χαρακτὴρ τοῦ γεννήσαντος, ἔλεος, καὶ σοφία, καὶ δικαιοσύνη, καὶ ἀπολύτρωσις. Συνιεὶς δὲ δὴ πάλιν ὁ μακάριος Ἰακὼβ, ὅτι Θεὸς ἂν εἴη λοιπὸν, ᾧ μηδὲν ὄνομα προσκέοιτο ἂν ἰδικῶς, ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Εἶδος Θεοῦ. Εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, φησὶ, καὶ ἐσώθη ἡ ψυχή μου. Ἄθρει δὴ οὖν ὅπως γέγονεν Ἰσραὴλ, τουτέστι, Θεὸν ὁρῶν. Ἀνθρώπου παλαίοντος, ἑώρα, φησὶ, τὸν Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ σεσῶσθαι τὴν ἑαυτοῦ ψυχήν. Ἡ γάρ τοι γνῶσις ἡ ἐπὶ Χριστῷ, χρῆμά ἐστι σωτήριον. Θεὸς οὖν ἄρα καὶ μετὰ σαρκὸς ὁ Λόγος. Θεὸν γὰρ ἑωρακέναι φησὶ πρόσωπον πρὸς πρόσωπον ὁ πατριάρχης Ἰακώβ. Ἀνατείλαντος δὲ τοῦ ἡλίου, Παρῆλθε, φησὶ, τὸ εἶδος τοῦ Θεοῦ· αὐτὸς δὲ ἐπέσκαζε τῷ μηρῷ. Ὡς γὰρ ἔφην ἤδη, πεφωτισμένων τῶν Ἰουδαίων, πέπαυται μὲν ἡ πάλη. Παρήλασε δὲ καὶ τὸ εἶδος τοῦ Θεοῦ, τουτέστιν, ἀναβέβηκεν εἰς οὐρανοὺς ὁ Χριστός. Οὐκ ἀπήλλακται δὲ χωλότητος ὁ Ἰσραήλ. Σέσωσται γὰρ οὐχ ἅπας. Πάσχει δὲ ὥσπερ διὰ τῶν ἀπειθούντων ἐπὶ τὸ μὴ εἰς ἅπαν ὀρθοποδεῖν. Μετωνόμασται τοίνυν Ἰσραὴλ, καὶ εἰς νοῦν ὁρῶντα Θεὸν ὁ πτερνιστὴς μετεγράφετο. Καὶ τί μετὰ τοῦτο πάλιν; Καὶ Ἰακὼβ ἀπαίρει, φησὶν, εἰς σκηνὰς, καὶ ἐποίησεν ἑαυτῷ οἰκίας, καὶ τοῖς κτήνεσιν ἑαυτοῦ ἐποίησε σκηνάς. Διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Σκηναί. Ἀκούεις ὅπως κατῴκησεν ἐν σκηναῖς. Σημεῖον δ’ ἂν γένοιτο καὶ τοῦτο σαφὲς τῆς εἰς τὸ ἄμεινον μεταδρομῆς τῆς εἰς Ἰσραὴλ διανοίας. Σκηνοποιήσας γὰρ ἤδη, καὶ κατῴκησεν ἐν αὐταῖς. Νοῦ γὰρ ἤδη βλέποντος καὶ θεοπτείας ἠξιωμένου, καὶ ταῖς εἰς τὸ ἄμεινον ἐπιδόσεσιν εἰς τελειότητα τεθραμμένου τε καὶ ἀναθέοντος, καρπὸς ἂν γένοιτο παρὰ Θεῷ τίμιος, τὸ δι’ οὐδενὸς μὲν ἔτι ποιεῖσθαι λόγου τὰ ἐν τῷδε τῷ κόσμῳ πράγματα, παροικίαν δὲ μᾶλλον οἴεσθαι τὴν ἐν σώματι ζωήν. Νοῦς γὰρ οὗτος ἁγιοπρεπὴς καὶ πολιτείας ἐξαιρέτου καὶ ἀνῳκισμένης μήνυσις ἀκριβής. Πείθοιο δ’ ἂν εἰς τοῦτο λοιπὸν ὑπεροχῆς ἀφιγμένου καὶ ψάλλοντος τοῦ μακαρίου Δαβίδ· Ἄνες μοι, ὅτι πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου. Γράφει δὲ καὶ ὁ Παῦλος τοῖς εἰς μέτρον ἡλικίας ἥκουσι τοῦ πληρώματος τοῦ Χριστοῦ, καὶ εἰς ἄνδρα τέλειον ἀφιγμένοις· Οὐκ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Τὸ ἐν σκηναῖς οὖν ἄρα κατοικεῖν ἑλέσθαι τὸν θεσπέσιον Ἰακὼβ, ἤτοι τὸν Ἰσραὴλ, σημεῖον ἂν γένοιτο, καὶ οὐδενί που τάχα τῶν εὐφρονούντων ἀσυμφανὲς, τὸ παροικίαν ἡγεῖσθαι πρέπειν τὰ ἐν τῷδε τῷ κόσμῳ πράγματα, τοὺς ἀναμύοντας ἤδη πρὸς Θεὸν, καὶ τὸν νοῦν ἔχοντας ἐκλελαμπρυσμένον. Εἶτα μέτεισι εἰς Σαλὴμ πόλιν Σικίμων, ἥ ἐστιν ἐν γῇ Χαναάν· οὗ δὴ πάλιν ὁ δίκαιος ἐγυμνάζετο, τὰ ἐπὶ Δίνᾳ τῇ θυγατρὶ πεπονθὼς ἀδικήματα. Ἡ μὲν γὰρ οἷά τε νεᾶνις καὶ παρθένος ἔτι κουρίζουσα, τῆς τοῦ πατρὸς ἐξέθει σκηνῆς, τὰς τῶν ἐγχωρίων ἐποπτεύουσα θυγατέρας. Ἀνεπτόηται γὰρ ἀεὶ τὸ θῆλυ γένος εἰς τὸ ἀγαπᾷν ἐπείγεσθαι τὸν ἰσήλικα. Οὐκοῦν ἐξέθει μὲν ἡ νεᾶνις· Ἐμμὼρ δὲ αὐτὴν ὁ Σιχὲμ οὐκ ἐν κόσμῳ κατεβιάζετο. Διεπαρθένευσε γὰρ, καὶ ἀσχέτως ἤδη πως ἐπιθυμίας ἐναλοὺς, καὶ σύνοικον ἠξίου ποιεῖσθαι τὴν κόρην. Τότε δὴ, τότε Συμεὼν καὶ Λευῒ, οἱ τῆς νεάνιδος ἀδελφοὶ, παρεθήγοντο πρὸς ὀργὰς, καὶ ἀφόρητον ἐποιοῦντο τὴν ὕβριν, ἀνόσιά τε λοιπὸν καὶ κατὰ τῶν ἠδικηκότων ἐσκέπτοντο δρᾷν. Ἀναπείθουσι μὲν γὰρ τοὺς ἀπὸ Σικίμων, τὴν πατρῴαν αὐτοῖς καὶ νενομισμένην συνελέσθαι περιτομήν. Ἀπεκτόνασι δὲ παντὸς ἐλέους καὶ οἰκτιρμῶν εἰς ἅπαν ἐξῃρημένων. Ἀλλ’ ἠγανάκτει πρὸς τοῦτο λίαν ὁ θεσπέσιος Ἰακὼβ, ἐπετίμα τε λέγων· Μισητόν με πεποιήκατε, ὥστε πονηρόν με εἶναι τοῖς κατοικοῦσι τὴν γῆν. Οὐ γὰρ μεμέτρηται τοῖς ἀπεκτονόσι τὰ ἐξ ὀργῆς, οὔτε μὴν ὡς ὑπὸ πατρὶ τεθραμμένοι δικαίῳ πεφρονήκασί τι τῶν οὐκ εἰς ἅπαν ἐκτετραμμένων. Πεπορθήκασι γὰρ, ἀπεκτόνασι δὲ τοὺς συνελομένους τὰ ἴσα φρονεῖν αὐτοῖς, καὶ πίστει τεθαῤῥηκότας. Τίς οὖν ἐντεῦθεν γένοιτο ἂν εἰς ἡμᾶς ἡ ὄνησις (εἰκαιόμυθος γὰρ οὐδαμῶς ἡ θεόπνευστος Γραφὴ), φέρε δὴ λέγωμεν ὡς ἔνι.