Ancient Greek · ~23 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Ε., Ἔτι περὶ τοῦ Ἰακώβ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 5.1-7
Not analysed yet
ε. Γέννησιν μὲν γὰρ γεγεννήμεθα πνευματικὴν, καὶ ἐν τέκνοις Θεοῦ τετάγμεθα διὰ Χριστοῦ. Οὐκοῦν εἰ γένοιτο ψυχὴν ἀναγεννηθεῖσαν ἤδη διὰ τοῦ ἁγίου βαπτίσματος, καὶ εἰς θυγατέρα Θεοῦ τεθειμένην, καταφθαρῆναι τυχὸν ὑπὸ τῶν τοῦτο δρᾷν εἰωθότων, ἢ εἰς τὸ φρονεῖν ἑλέσθαι τὰ σαρκικὰ παρενηνεγμένην, ἢ ὡς εἰς ἐκ τόπου διεστραμμένας ἐννοίας τὰς περὶ Θεοῦ (τοιαῦτα γὰρ ἀληθῶς τὰ τῶν ἀνοσίων αἱρετικῶν δοξάρια)· οἱ τῆς ἠδικημένης κατὰ πίστιν ἀδελφοὶ, κἂν εἰ τάξιν ἔχοιεν τὴν ἱερουργὸν, καθάπερ ἀμέλει καὶ ὁ Λευῒ, κἂν εἴτε Συμεὼν νοοῖντο τυχὸν, τουτέστιν, οἱ ἐν τάξει τῶν ὑπηκόων κείμενοι (ἑρμηνεύεται μὲν γὰρ ὑπακοὴ Συμεὼν), ἀγανακτούντων μὲν, ὅτι πεπλεόνεκταί τις τῶν κατὰ πίστιν οἰκείων αὐτοῖς· μὴ μὴν καὶ εἰς αἷμα χωρούντων ἔτι, μήτε μὴν ἀγρίας τοὺς κατεφθαρκότας ἐξαιτούντων δίκας, ἵνα μὴ ἀκούσειαν Χριστοῦ λέγοντος αὐτοῖς· Μισητόν με πεποιήκατε, ὥστε πονηρόν με εἶναι τοῖς κατοικοῦσι τὴν γῆν. Μεμνῆσθαι γὰρ ἀναγκαῖον, ὅτι καὶ αὐτὸς ὁ Σωτὴρ γυμνοῦντι τὴν μάχαιραν ἐπετίμα ποτὲ τῷ θεσπεσίῳ Πέτρῳ, λέγων· Ἀπόστρεψον τὴν μάχαιράν σου εἰς τὴν θήκην αὐτῆς· πάντες γὰρ οἱ λαβόντες μάχαιραν, ἐν μαχαίρᾳ ἀπολοῦνται. Οὐ γάρ τοι μαχαίραις ἐξοπλίζεσθαι κατ’ ἐχθρῶν πρέποι ἂν ἡμᾶς, τοὺς τῆς εἰς Θεὸν εὐσεβείας ὑπεραθλεῖν ᾑρημένους· ἀλλ’ εἶναι μὲν τληπαθεῖς, καὶ εἰ διώκειν ἕλοιντό τινες, εὐλογεῖν δὲ λοιδορουμένους, πάσχοντας μὴ ἀπηχεῖν, παραδιδόναι δὲ μᾶλλον τῷ κρίνοντι δικαίως. Παραφυλακτέον δὲ τοῖς παραιτουμένοις τὴν καταφθορὰν, τὸ μὴ ἐξοιχήσεσθαί ποι τῆς πατρῴας σκηνῆς, τουτέστι, τοῦ οἴκου τοῦ Θεοῦ, μηδὲ ταῖς τῶν ἀλλοφύλων, ἤτοι ταῖς τῶν ἑτεροφρόνων, προσβάλλειν ἀγέλαις. Ἐξελθοῦσα γὰρ Δίνα τῆς πατρῴας σκηνῆς, εἰς οἶκον ἀπηνέχθη Σιχέμ. Ἀλλ’ οὐκ ἂν ὑβρίσθη ποτὲ τοῖς τοῦ πατρὸς δωματίοις ἐμφιλοχωροῦσα, καὶ σκηναῖς ἁγίων ἐνδιαιτωμένη. Ὅτι γὰρ τὸ χρῆμα καλὸν, καὶ εἰς ὄνησιν οὐκ ἀσυντελὲς, ἀναπείσει ψάλλων ὁ μακάριος Δαβίδ· Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ζητήσω, τοῦ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν ναὸν τὸν ἅγιον αὐτοῦ. Ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ, ἐν ἡμέρᾳ κακῶν μου ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ. Περιδεᾶ τοίνυν καὶ ἄθυμον γεγονότα κομιδῇ τὸν Ἰακὼβ, ἀπαίρειν ἐκέλευσε Θεός. Ἔχει δὲ οὕτως· Εἶπε δὲ ὁ Θεὸς πρὸς Ἰακώβ· Ἀναστὰς ἀνάβηθι εἰς τὸν τόπον Βαιθὴλ, καὶ οἴκει ἐκεῖ, καὶ ποίησον ἐκεῖ θυσιαστήριον τῷ Θεῷ τῷ ὀφθέντι σοι, ἐν τῷ ἀποδιδράσκειν σε ἀπὸ προσώπου Ἠσαῦ τοῦ ἀδελφοῦ σου. Εἶπε δὲ Ἰακὼβ τῷ οἴκῳ αὐτοῦ, καὶ πᾶσι τοῖς μετ’ αὐτοῦ· Ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν, καὶ καθαρίσθητε, καὶ ἀλλάξατε τὰς στολὰς ὑμῶν, καὶ ἀναστάντες ἀναβῶμεν εἰς Βαιθὴλ, καὶ ποιήσωμεν ἐκεῖ θυσιαστήριον τῷ Θεῷ τῷ ἐπακούσαντί μοι ἐν ἡμέρᾳ θλίψεως, ὃς ἦν μετ’ ἐμοῦ, καὶ διέσωσέ με ἐν τῇ ὀδῷ ᾗ ἐπορεύθην. Καὶ ἔδωκαν τῷ Ἰακὼβ τοὺς θεοὺς ἀλλοτρίους οἳ ἦσαν ἐν ταῖς χερσὶν αὐτῶν, καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν αὐτῶν, καὶ κατέκρυψεν αὐτὰ Ἰακὼβ ὑπὸ τὴν τερέβινθον τὴν ἐν Σικίμοις, καὶ ἀπώλεσαν αὐτὰ ἕως τῆς σήμερον ἡμέρας. Προσεκάλει μὲν δὴ τὸν δίκαιον εἰς Βαιθὴλ ἀπὸ Σικίμων ὁ τῶν ὅλων Θεός. Ὁ δὲ ἦν οὐκ ἀπειθής. Εἶτα γεγονὼς ἐν Λουζὰ διὰ μέσου, καὶ θεοπτείας ἠξιωμένος, καὶ ὅτι πολλῶν ἔσται πατὴρ ἐθνῶν ταῖς ἐπαγγελίαις ἐμπεδούμενος, Ἄνεισιν εἰς Βαιθὴλ, καὶ ἔστησεν ἐκεῖ, φησὶν, Ἰακὼβ στήλην ἐν τῷ τόπῳ ᾧ ἐλάλησε μετ’ αὐτοῦ ὁ Θεὸς, στήλην λιθίνην, καὶ ἔσπεισεν ἐπ’ αὐτὴν σπονδὴν, καὶ ἐπέχεεν ἐπ’ αὐτὴν ἔλαιον. Καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐν ᾧ ἐλάλησε μετ’ αὐτοῦ ὁ Θεὸς, Βαιθήλ. Πολλὰ κατὰ ταυτὸν εἰς ἀπόδειξιν οὐκ ἀσυμφανῆ τοῦ μετατετραφέναι τὸν Ἰακὼβ εἰς γῆν Ἰσραὴλ, καὶ εἰς τὸ ἄμεινον ἀσυγκρίτως μεταφοίτησιν ἑλεῖν. Κατῴκησε μὲν γὰρ ἐν σκηναῖς, ὁ τὸ πάροικον ἐν κόσμῳ τῶν ἁγίων τὸ γένος μονονουχὶ διὰ τοῦδε καταδεικνύς. Εἶτα μεταξὺ τὰ ἐπὶ τῇ θυγατρὶ συμβεβηκότα παθὼν, καὶ λελυπημένος οὐ μετρίως τοῖς ἀγεννῶς ἡττωμένοις ὑπὸ θυμοῦ, Συμεών τε, φημὶ, καὶ Λευῒ, ἐπετίμα δεινῶς, ἁγιοπρεπὲς ὅτι τὸ ἀνεξίκακον καὶ τὸ τληπαθὲς ἐν τοῖς πειρασμοῖς, διὰ πραγμάτων ἡμῖν ἀποφαίνων. Ἐπειδὴ δὲ κέκληται παρὰ Θεοῦ, καὶ ἀναβέβηκεν εἰς Βαιθὴλ, τουτέστιν, εἰς οἶκον Θεοῦ (διερμηνεύεται γὰρ ὧδε Βαιθήλ)· ἱερουργεῖ τῷ Θεῷ, καὶ μυσταγωγὸς ἀποδείκνυται. Τίνα γὰρ τρόπον εἰς οἶκον ἰέναι προσήκει Θεοῦ, καθίστησι ἐναργὲς τοῖς ἑπομένοις αὐτῷ. Ἀποβαλεῖν γὰρ ἐκέλευσε συρφετὸν ὥσπερ τινὰ καὶ ἀκαθαρσίαν τοὺς ἀλλοτρίους θεοὺς, καὶ ἀλλάξαι τὰς στολάς. Ὃ δὴ καὶ δρᾷν ἔθος εἰς ὄψιν ἡμᾶς καλουμένους Θεοῦ, καὶ εἰς τὸν θεῖον αὐτοῦ ναὸν εἰσελαύνοντας, κατὰ τὸν καιρὸν μάλιστα τοῦ ἁγίου βαπτίσματος. Δεῖ γὰρ ἡμᾶς ποιεῖσθαι μὲν ὥσπερ ἐκ μέσου τοὺς ἀλλοτρίους θεοὺς, καὶ τῆς τοιᾶσδε πλάνης ἀποφοιτῶντας λέγειν· Ἀποτάσσομαί σοι, Σατανᾶ, καὶ πάσῃ τῇ πομπῇ σου, καὶ πάσῃ τῇ λατρείᾳ σου. Δεῖ δὴ πάντας ἡμᾶς ἀλλάξαι καὶ τὴν στολὴν, ἀποδυομένους μὲν ὥσπερ τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· μεταμφιεννυμένους δὲ τὸν νέον, τὸν ἀνακαινούμενον κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν. Ἀποβεβλήκασι δὲ καὶ τὰ ἐν τοῖς ὠσὶν αἱ μετὰ τοῦ Ἰακὼβ γυναῖκες. Εἰσελθοῦσαι γὰρ καὶ γυναῖκες εἰς οἶκον Θεοῦ, κόσμημα μὲν οὐδὲν ἔχουσαι σαρκικὸν, ἀπολύουσαι δὲ καὶ αὐτὰς τὰς τρίχας, ἐγκλημάτων τάχα που τῶν ἐξ ἐμπλοκῆς τὰς ἑαυτῶν ἀπαλλάττουσι κεφαλάς. Τοῦτο εἶναί φημι τὸ περιελεῖν τὰς γυναῖκας τὸν ἐν τοῖς ὠσὶ κόσμον. Ὅταν τοίνυν ἀναβῶμεν εἰς Βαιθὴλ, τουτέστιν, εἰς οἶκον Θεοῦ, ἐκεῖ τὸν λίθον ἐπιγνωσόμεθα, λίθον τὸν ἐκλεκτὸν, τὸν εἰς κεφαλὴν γεγόνοτα γωνίας, τουτέστι Χριστόν. Ὀψόμεθα δὲ χριόμενον παρὰ τοῦ Πατρὸς εἰς εὐφροσύνην καὶ ἀγαλλίαμα πάσῃ τῇ ὑπ’ οὐρανόν. Κέχρισται γὰρ, ὡς ἔφην, παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, Ἡ πάντων ἡμῶν εὐφροσύνη, τὸ οἰκουμενικὸν ἀγαλλίαμα, κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν. Ἴδοις δ’ ἂν καὶ τοῦτο προανατυπούμενον ἐν τοῖς ἀρτίως ἡμῖν εἰρημένοις. Ἀνεστήλου γὰρ Ἰακὼβ τὸν λίθον, ἐλαίῳ τε καὶ οἴνῳ καταρδεύων αὐτόν. Τύπος δὲ ἄρα τὸ δρώμενον ἦν μυστηρίου τοῦ κατὰ Χριστὸν, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.