Ancient Greek · ~28 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Περὶ τοῦ Ἀδάμ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 5.1
Not analysed yet
ε. Οὐκ οὖν οὐκ ἐν δίκῃ γραψόμεθα τὸν Δημιουργὸν παρενεγκόντα πρὸς ὕπαρξιν, ἑαυτοὺς δὲ μᾶλλον αἰτιασόμεθα τὴν ἐθελούσιον παθόντες βλάβην, εἰ νοῦ καὶ φρενός ἐσμεν ἐν καλῷ. Ὅτι γὰρ παρακομίζων εὐθὺς εἰς τὸ εἶναι τὸν ἄνθρωπον, ἐνενόει μὲν ὅτι πεσεῖται εἰς τὴν φθοράν· οὐκ ἠγνόει δὲ καὶ τοὺς τῆς θεραπείας τρόπους, ἀναπείθει σαφῶς ὁ θεσπέσιος Παῦλος, τῆς διὰ Χριστοῦ σωτηρίας τὴν ὡς ἐν προγνώσει πνεύματος ἀρχαιότητα μαρτυρῶν. Ἐπιστέλλει γὰρ οὕτως Τιμοθέῳ τῷ οἰκείῳ μαθητῇ· Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν, μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ· ἀλλὰ συγκακοπάθησον τῷ Εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ τοῦ σώσαντος ἡμᾶς, καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, φανερωθεῖσαν δὲ ἐπ’ ἐσχάτων τῶν χρόνων διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἑτέροις δὲ αὖ· Οἴδαμεν, ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθὸν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. Ὅτι οὓς προέγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς. Οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσε· καὶ οὓς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν. Οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασεν. Ἀκούεις ὅπως δεδόσθαι φησὶ τὴν ἐν Χριστῷ χάριν πρὸ χρόνων αἰωνίων· προεγνῶσθαι δὲ καὶ προωρίσθαι σαφῶς παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς τοὺς συμμόρφους ἐσομένους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ. Προέγνωστο γὰρ, ὡς ἔφην, ὁ τῆς ἐνανθρωπήσεως τρόπος· ἐταμιεύετο δὲ καιρῷ τῷ προσήκοντι τῶν ἀῤῥωστημάτων ἡ λύσις, καὶ μαρτυρήσει πάλιν ὁ Παῦλος, ὡδὶ ἐγγράψας· Τῷ δὲ δυναμένῳ ἡμᾶς στηρίξαι κατὰ τὸ Εὐαγγέλιόν μου, καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέντος νῦν διά τε Γραφῶν προφητικῶν κατ’ ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ, εἰς ὑπακοὴν πίστεως, εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, μόνῳ σοφῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τὸν αἰῶνα. Ἀμήν. Σεσίγητο μὲν γὰρ τὸ μυστήριον, πεφανέρωτο δὲ νῦν, διά τε νόμου καὶ προφητῶν, κατὰ θέλησιν τοῦ Θεοῦ καὶ Πατρός. Ἀνεστοιχειώμεθα καὶ γὰρ ἐν Χριστῷ πρὸς τὸ ἐν ἀρχαῖς, ἀνατετραμμένων τῶν μεταξὺ παρεισβεβληκότων ἐξ ἀπάτης διαβολικῆς. Ἔφη γὰρ ὧδε πάλιν ὁ Παῦλος περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· Ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν ἁμαρτημάτων κατὰ τὸν πλοῦτον τῆς χρηστότητος αὐτοῦ, ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς, ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει, γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ, κατὰ τὴν εὐδοκίαν αὐτοῦ, ἣν προέθετο ἐν αὐτῷ εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς, ἐν αὐτῷ. Ἐν ᾧ καὶ ἐκληρώθημεν, προορισθέντες κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ, εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον δόξης αὐτοῦ τοὺς προηλπικότας ἐν τῷ Χριστῷ. Ἰδοὺ δὴ πάλιν προωρίσμεθα μὲν, κατὰ πρόθεσιν τοῦ Πατρός· πρεσβυτέραν δὲ ὥσπερ καὶ τὴν ἐλπίδα τοῦ εἶναι πεπλουτήκαμεν, Θεοῦ τὸ χρῆμα προεγνωκότος, καὶ ἐν ἰδίαις βουλαῖς τὰ ἐφ’ ἡμῖν ἑπόμενα καταγράφοντος. Ἐπειδὴ γὰρ πεφενάκικε τὸν Ἀδὰμ, καὶ τοῖς τῆς ῥᾳστώνης ἐγκλήμασιν ἔνοχον ἀπέφηνεν ἐν ἀρχαῖς ὁ τῆς ἁμαρτίας εὑρετὴς κατακομισθῆναί τε οὕτω συνέβη πρὸς θάνατον, διαβέβηκε δὲ εἰς πάντας ἀνθρώπους ἡ δίκη, καθάπερ ἐκ ῥίζης ἐπὶ τὰ ἐξ αὐτῆς ἰόντος τοῦ πάθους· βεβασίλευκε γὰρ ἀπὸ Ἀδὰμ καὶ μέχρι Μωσέως, καὶ ἐπὶ τοὺς ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδὰμ λοιπὸν ἀναγκαίως προενόησε τῶν ἰδίων κτισμάτων ὁ Δημιουργὸς, καὶ ῥίζαν ἡμῖν ὥσπερ τοῦ γένους ἐμηχανᾶτο δευτέραν, εἰς ἀφθαρσίαν ἡμᾶς τὴν προτέραν ἀναβιβάζουσαν, ἵν’ ὥσπερ ἡμᾶς ἡ τοῦ πρώτου τε καὶ ἀπὸ τῆς γῆς ἐχάραξεν εἰκὼν, τὸ ἐκτεθνάναι δεῖν, καὶ τοῖς τῆς φθορᾶς ἐναλῶναι βρόχοις· οὕτω πάλιν ἡμῖν ἡ δευτέρα καὶ μετ’ ἐκεῖνον ἀρχὴ, τουτέστι, Χριστὸς, καὶ ἡ πρὸς αὐτὸν ὁμοίωσις διὰ πνεύματος, τὸ ἀνώλεθρον ἐνσημήνηται· καὶ ὥσπερ ἡμᾶς ἐν ἐκείνῳ τὸ δυσήκοον ταῖς τιμωρίαις ὑπήνεγκεν, οὕτως ἐν τούτῳ τὸ εἰκτικὸν καὶ τὸ εἰς ἅπαν εὐπειθὲς εὐλογίας τῆς ἄνωθεν καὶ παρὰ Πατρὸς ἀποφήνῃ μετεσχηκότας. Ἐγένετο γὰρ, φησὶν, ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν, ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν. Καὶ πάλιν ἑτέρως ἡμῖν αὐτὸ διεσάφει, λέγων· Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός· ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ. Οἷος ὁ χοϊκὸς, τοιοῦτοι καὶ οἱ χοϊκοί· καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. Καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. Καὶ αὖθις· Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. –Τεταπείνωκε γὰρ ἑαυτὸν, καθὰ γέγραπται· καθίκετο δὲ καὶ ἐθελοντὴς ἐν τοῖς καθ’ ἡμᾶς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, οὐχ ἵνα μεθ’ ἡμῶν βασιλεύηται τῷ θανάτῳ, παραπέμποντος τοῦ Ἀδὰμ καὶ εἰς αὐτὸν τὴν νέκρωσιν· ἐπειδή ἐστιν αὐτὸς ὁ τὰ πάντα ζωογονῶν· ἀλλ’ ἵνα τὸ τῇ φθορᾷ κάτοχον εἶδος ἀποφήνας, μεταστοιχειώσῃ πρὸς ζωήν. Ταύτῃτοι γέγονε σάρξ. Οὕτω καὶ ὁ σοφὸς γράφει Παῦλος· Ἐπειδὴ γὰρ δι’ ἀνθρώπου θάνατος, καὶ δι’ ἀνθρώπου ἀνάστασις νεκρῶν, καὶ ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται. Ἀμαθὲς γὰρ οἴεσθαι, γηγενῆ μὲν ὄντα καὶ ἄνθρωπον τὸν Ἀδὰμ τῆς ἐπ’ αὐτῷ γενομένης ἀρᾶς τὴν δύναμιν, καθάπερ τινὰ κλῆρον, διᾴττοντα φυσικῶς, εἰς ὅλον πέμψαι τὸ γένος· ἄνωθεν δὲ ὄντα καὶ ἐξ οὐρανοῦ, καὶ Θεὸν κατὰ φύσιν τὸν Ἐμμανουὴλ, καὶ τὸν πρὸς ἡμᾶς ὁμοίωσιν ἐσχηκότα, καὶ δεύτερον ἡμῖν Ἀδὰμ γεγονότα, μὴ οὐχὶ τῆς οἰκείας ζωῆς πλουσίως μετεσχηκότας ἀποφῆναι πάλιν τοὺς οἵπερ ἂν ἕλοιντο τῆς πρὸς αὐτὸν οἰκειότητος ἐν πίστει μεταλαχεῖν. Σύσσωμοι μὲν γὰρ γεγόναμεν αὐτῷ δι’ εὐλογίας τῆς μυστικῆς. Ἡνώμεθα δὲ καὶ καθ’ ἕτερον τρόπον, ὅτι τῆς θείας αὐτοῦ φύσεως γεγόναμεν κοινωνοὶ διὰ τοῦ πνεύματος. Ἐναυλίζεται γὰρ ταῖς τῶν ἁγίων ψυχαῖς, καὶ ὡς ὁ μακάριος Ἰωάννης φησίν· Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν ἡμῖν ἐστιν, ἐκ τοῦ Πνεύματος οὗ ἔδωκεν ἡμῖν. Οὐκοῦν αὐτός ἐστιν ἡμῶν ἡ ζωὴ, αὐτὸς ἡ δικαίωσις. Γέγραπται δὲ πάλιν· Ἄρ’ οὖν ὡς δι’ ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτω καὶ δι’ ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς. Καὶ πάλιν· Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὕτω διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς ἀνθρώπου δίκαιοι κατασταθήσονται οἱ πολλοί. Ἔστι τοίνυν οὐκ ἀσυμφανὲς, ὡς καὶ ἐν Ἀδὰμ τῷ πρώτῳ τὸ ἐπὶ Χριστὸν μυστήριον διεμορφοῦτο τότε, οὐ διά γε τὸ ἶσον ἀπαραλλάκτως ἀνατυπούμενον, ἀλλ’ ἑτέρως τε ἔχον καὶ ἐν ἀντιστρόφῳ σχήματι. Ὁ μὲν γὰρ ἦν ἀρχὴ τῷ γένει, πρὸς θάνατον, πρὸς ἀρὰν, πρὸς κατάκρισιν· ὁ δὲ πρὸς πᾶν τοὐναντίον, εἰς ζωὴν, εἰς εὐλογίαν, εἰς δικαίωσιν. Καὶ ὁ μὲν εἰς σάρκα μίαν ἐδέχετο τὴν γυναῖκα, καὶ διόλωλε δι’ αὐτῆς· Χριστὸς δὲ τὴν Ἐκκλησίαν ἑαυτῷ συνάπτων διὰ τοῦ πνεύματος, ἐκρύεταί τε καὶ ἀνασώζει, καὶ ἀπάτης διαβολικῆς ἀποτελεῖ κρείττονα. Τοιγάρτοι καὶ ἀναπείθει βοᾷν· Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. Καὶ ὁ μὲν προπάτωρ Ἀδὰμ, ἁμαρτίας ὀψώνιον καὶ παραβάσεως δίκην ἐδέχετο τὴν φθοράν· ἔγκλημα δὲ ἦν ἡ δικαιοσύνη Χριστῷ, κατά γε τὴν τῶν Ἰουδαίων ἐμβροντησίαν. Τοιγάρτοι διὰ τὸ πάθημα τοῦ θανάτου τιμῇ στεφανοῦται καὶ δόξῃ, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. Καὶ τῷ μὲν Ἀδὰμ μόνα τε καὶ μόλις τὰ ἐπὶ γῆς ὑπετάττετο· Χριστῷ δὲ τὰ πάντα. Κάμψει γὰρ αὐτῷ πᾶν γόνυ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογεῖται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.