Ancient Greek
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Περὶ τοῦ Ἀδάμ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 4
Not analysed yet
δ. Πεποίητο μὲν γὰρ ὁ ἄνθρωπος ἐν ἀρχαῖς τῶν ἰδίων θελημάτων τὰς ἡνίας πεπιστευμένος, καὶ τὴν ἐφ’ ᾧπερ ἂν ἕλοιτο ῥοπὴν ἀνειμένην ἔχων. Ἐλεύθερον γὰρ τὸ Θεῖον, πρὸς ὃ καὶ μεμόρφωτο. Ὧδε δὲ ἦν, οἶμαι, καὶ οὐχ ἑτέρως κεκτῆσθαι τὸ ἀξιάγαστον, εἰ ἐθελοντὴς ὁρῷτο τῆς ἀρετῆς ἐργάτης, καὶ γνώμης ἔχων καρπὸν, τὸ ἐν ἔργοις εἰλικρινὲς, οὐκ ἀνάγκης ὥσπερ ἀποτέλεσμα φυσικῆς, οὐκ ἐφιείσης ὅλως ἔξω φέρεσθαι τοῦ καλοῦ, κἂν εἰ δρᾷν ἕλοιτο τὸ μὴ οὕτως ἔχον. Οὐκοῦν ἀνῆπτο μὲν ἐν ἀρχαῖς ὁ ἄνθρωπος τὴν ἐφ’ ἅπασι τοῖς πρακτέοις ἀνειμένην τε καὶ ἄφετον τῆς διανοίας ῥοπήν· ἀλλὰ τοῖς τοῦ δράκοντος φενακισμοῖς, ἐφ’ ἃ μὴ προσῆκεν, ἀσυνέτως παρεκομίζετο, καὶ δι’ οὐδενὸς ἐποιεῖτο λόγου τὴν παράβασιν. Ταύτῃτοι κατεδικάζετο θανάτῳ καὶ φθορᾷ, προαναθροῦντος, οἶμαι, Θεοῦ τὸ ὡς ἔν γε τῷ συμβεβηκότι λυσιτελέστερον. Διανενευκὼς γὰρ ἅπαξ εἰς ἁμαρτίαν ὁ ἄνθρωπος, καὶ ἀῤῥωστούσης αὐτῷ τῆς φύσεως τὴν εἰς τὰ φαῦλα ῥοπὴν, ἐν ἴσῳ που τάχα τοῖς ἀκαθάρτοις πνεύμασι, διηνεκὲς ἐπὶ γῆς κατεφωρᾶτο κακόν. Ἐπενοεῖτο τοίνυν χρησίμως ὁ τῆς σαρκὸς θάνατος, οὐκ εἰς ὄλεθρον ὁλοτελῆ παραπέμπων τὸ ζῶον· εἰς καινουργίαν δὲ μᾶλλον, καὶ, ἵν’ οὕτως εἴπωμεν, εἰς ἀνασκευὴν οἷά τι σκεῦος συντεθλασμένον κατὰ καιροὺς ἐφυλάττετο. Ὅτι μὲν γὰρ συμβήσεται μεταξὺ τῷ ζώῳ τὸ παθεῖν τὴν φθορὰν, οὐκ ἠγνόηκεν ὁ Δημιουργὸς, ἀλλ’ ἠπίστατο, μετὰ τούτου καὶ τῶν ἀτόπων τὴν λύσιν, καὶ τῆς φθορᾶς τὴν ἀναίρεσιν, καὶ εἰς τὸ ἄμεινον ἀνακομιδὴν, καὶ τῶν ἐν ἀρχαῖς ἀγαθῶν τὴν ἀνάληψιν. ᾜδει γὰρ ὅτι πέμψει κατὰ καιροὺς τὸν ἴδιον Υἱὸν ἐν ἀνθρωπείᾳ μορφῇ τεθνηξόμενον ὑπὲρ ἡμῶν, καὶ τοῦ θανάτου καταλύσοντα κράτος, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. Τί γάρ; εἰ μὴ πάντες πεπιστεύκασιν, ἀλλ’ ἥγε τῶν σεσωσμένων πληθὺς ἀριθμῶν κρείττων ὑπάρχουσα, τῆς ἐκείνων ἀπωλείας οἱονεὶ κατορχήσεται· καὶ τὸ λυποῦν ἐπ’ ἐκείνοις, ἕωλον ἀποφανεῖ, μονονουχὶ λέγουσα· Τοιγαροῦν ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρπούς. Διασώζεσθαι γὰρ ἐξὸν, εἰ βεβούλοιντο, καὶ διαδρᾶναι μὲν τῶν μεταξὺ παρεισδεδυκότων τὰ βλάβη, τὸν λυτρωτὸν οὐ προσίενται, τουτέστι, Χριστόν. Ἆρα γὰρ εἴ τις, εἰπέ μοι, τὰ εἰς γηπονίαν τεχνίτης, τοῖς τῶν δένδρων εὐφυεστέροις τὸν ἴδιον ἐνεπίμπλη κῆπον· εἶτα μὴ πάντα διαφυγεῖν τὰ ἐκ διαφόρων αἰτιῶν συμβέβηκε βλάβη· οὐκ ἂν οἴοιτό τις μὴ ὀρθῶς ἑλέσθαι πονεῖν τὸν γηπονεῖν ᾑρημένον; Ἀλλ’ οὐκ ἂν, οἶμαι, τὶς καταμωμήσαιτο. Πολλοῦ γε καὶ δεῖ· ὁ μὲν γὰρ τὴν δέουσαν τῶν πεφυτευμένων ἐποιεῖτο φροντίδα, τὰ δὲ ἠῤῥώστησε τὸ παθεῖν. Ἆρ’ οὖν ἐροῦμεν ὡς ἦν ἄμεινον τὸ μηδόλως χρῆναί τινας ἰέναι ἐπὶ τὸ γηπονεῖν· μήτε μὴν τοῖς εὐγενεστάτοις ἐντεθηλέναι φυτοῖς τὸν παράδεισον, ἐᾷν δὲ μᾶλλον ἀνελεῖν εἰς ἅπαν τῆς φυτουργίας τοὺς τρόπους, ἵνα μὴ ἀδικοῖντο τῶν πεφυτευμένων τινά; Καὶ πῶς οὖν οὐκ ἀπόπληκτον κομιδῇ τὸ ὀρθῶς ἔχειν οἴεσθαι ταυτί·