Ancient Greek · ~19 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Ε., Περὶ τοῦ Ἰακώβ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 5.1-6
Not analysed yet
ε. Ἐπιτροχάδην μὲν οὖν ἐν τούτοις καὶ κολοβοῦν ὡς ἔνι σπουδάζοντες τὰ τῆς ἱστορίας ἀφηγήμεθα. Τὰ δὲ εἰς νοῦν ἤδη τὸν ἐσωτάτω διατρανοῦν ἀναγκαῖον. Ὅτι τοίνυν ἐπεμάνισεν ὁ κόσμος πλουτοῦντι Χριστῷ τὰς τῶν πιστευόντων ἀγέλας, καὶ ἐπιθρώσκει λελυττηκὼς, οὐ μακρῶν ἂν δέοιτο λόγων τις εἰς παράδειξιν ἐναργῆ. Θέα γὰρ ὅπως ἀπαίροντος τοῦ Ἰακὼβ διώκει φωνῶν ὁ Λάβαν ὁμοῦ τοῖς ἰδίοις τέκνοις. Ἀπαίρει δὲ ὥσπερ καὶ ἀπὸ κόσμου Χριστὸς ὁμοῦ ταῖς ἑαυτοῦ νύμφαις, τουτέστι ταῖς Ἐκκλησίαις, καὶ οἱονεὶ πανοικὶ μετανίσταται, νοητῶς τοῖς ἰδίοις ἐπιφωνῶν· Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν. Ὁ δὲ τῆς ἀπάρσεως τρόπος οὐκ αἰσθητῶς, οὔτε μὴν εἰς τόπον ἐκ τόπου σωματικῶς ἐκπράττοιτο ἄν. Κομιδῇ γὰρ ἄηθες τὸ ὧδε φρονεῖν ἢ λέγειν. Ἀλλ’ ἐκ τοῦ φρονεῖν τὰ τοῦ κόσμου πρὸς τὸ δρᾷν ἐθέλειν τὰ δοκοῦντα Θεῷ χρησίμως ἀποπεραίνεται. Ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος, οὐκ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Γράφει δὲ καὶ ἕτερος τῶν ἁγίων ἀποστόλων· Παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους, ἀπέχεσθε τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς. Περιπατοῦντες δὲ ἐπὶ τῆς γῆς, ὡς ἐν οὐρανῷ ποιώμεθα τὸ πολίτευμα, διαζῇν σπουδάζοντες σαρκικῶς μὲν οὐκ ἔτι, ἁγιοπρεπῶς δὲ μᾶλλον καὶ πνευματικῶς. Διανίστησι δὲ πρὸς τοῦτο ἡμᾶς ἐπιστέλλων ὁ Παῦλος· Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ συμμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν, καὶ εὐάρεστον, καὶ τέλειον. Ἐπειδὴ δὲ οὐ τῷ κόσμῳ συνεσχηματίσμεθα τὴν κοσμικὴν ἀπάτην ἐκβαίνοντες, μιμησόμεθα παρ’ αὐτοῦ. Καὶ τοῦτο εἰδὼς οὕτως ἔχον ἔφασκεν ὁ Σωτήρ· Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ἐπειδὴ δὲ ἐκ κόσμου οὐκ ἐστὲ, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Οὐκοῦν διώκει μισῶν. Φονῶντα δὲ καὶ ἀποταυρούμενον εἰς ἀκαθέκτους ὀργὰς, ἀνασειράζει Θεὸς, οὐδ’ ὅσον εἰπεῖν ἀπηνέσι λόγοις καταλυπεῖν ἐφιείς. Ἔφη γὰρ πρὸς τὸν Λάβαν ὁ Θεὸς, φησί· Φύλαξαι σεαυτὸν μή πως λαλήσῃς κατὰ Ἰακὼβ πονηρά. Ἀλλ’ ἐπαιτιᾶται μὲν ὁ κόσμος ὡς σεσυλημένος, καὶ ἀπολωλότων αὐτῷ τῶν θεῶν. Ἐκεκλόφει δὲ τούτους ἡ Ῥαχήλ. Πλὴν ὅρα τὴν ἐπιχείρησιν. Ἠρεύνησε παρὰ τῇ Λείᾳ τοὺς θεοὺς ὁ Λάβαν, καὶ μέν τοι καὶ παρὰ ταῖν δύο θεραπαίναιν, καὶ οὐχ εὗρε, φησί. Ἐπεκάθητο δὲ αὐτοῖς ἡ Ῥαχὴλ, προφασιζομένη τὰ κατ’ ἐθισμόν. Τί οὖν ὁ λόγος; Οὐ τῆς Ἰουδαίων Συναγωγῆς, ἀλλ’ οὐδὲ τῶν εἰς δουλείας γεγενημένων κατόρθωσις ἦν ἡ τῶν εἰδώλων καθαίρεσις· ἀλλὰ τῆς νεώττης Ῥαχὴλ, τουτέστι, τῆς Ἐκκλησίας ἀτιμίᾳ περιβαλούσης τὰ χειροποίητα· μόνον δὲ οὐχὶ καὶ πληρούσης ἐπ’ αὐτοῖς τὸ διὰ τῆς τοῦ προφήτου φωνῆς εἰρημένον· Καὶ ἐξαρεῖς τὰ εἴδωλα τὰ περιηργυρωμένα, καὶ περικεχρυσωμένα λεπτὰ ποιήσεις, καὶ λικμήσεις ὡσεὶ ὕδωρ ἀποκαθημένης, καὶ ὡς κόπρον ὤσεις αὐτά. Ἐπειδὴ οὐχ εὕρηνται παρὰ τοῦ Λάβαν οἱ αὐτοῦ θεοὶ, τὰς εἰς εἰρήνην συμβιβάσεις ἐποίει τὸ λοιπὸν πρὸς τὸν θεσπέσιον Ἰακώβ. Οὐκ ἔτι γὰρ ἔχων ὁ κόσμος τοὺς ψευδωνύμους θεοὺς, φίλος ἔσται· μᾶλλον δὲ γέγονεν Χριστῷ ἤδη καὶ τῆς εἰρήνης ὁ σύνδεσμος. Αὐτός ἐστι πάλιν ὁ εὐδοκιμώτατος λίθος, ὁ πολυτελὴς, ὁ ἀκρογωνιαῖος, ὁ ἔντιμος, ὁ εἰς κεφαλὴν γωνίας, καὶ εἰς τὰ θεμέλια Σιών. Ἔστησε γὰρ, φησὶν, Ἰακὼβ στήλην, εἰς τύπον Χριστοῦ. Συσσωρεύονται δὲ καὶ ἕτεροι λίθοι τῶν ἁγίων ἀποστόλων, ἤτοι τῶν ἐν πίστει δεδικαιωμένων, καὶ ἡγιασμένων ἐν πνεύματι, προανατυποῦντες ἀστείως τὴν ἐπὶ Χριστῷ συνδρομήν. Περὶ μὲν γὰρ τῶν ἁγίων ἀποστόλων προφητικὸς ἔφη λόγος· Διότι λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς. Διέδραμον γὰρ τὴν σύμπασαν γῆν οἱ θεσπέσιοι μαθηταὶ, τὸ εὐαγγελικὸν τοῖς ἔθνεσι διακομίζοντες κήρυγμα. Πρὸς δὲ τοὺς ἐν πίστει δεδικαιωμένους ὁ σοφὸς ἐπιστέλλει Παῦλος· Ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοίκησιν τοῦ Θεοῦ ἐν Πνεύματι ἁγίῳ. Κέκληται τοίνυν ἡ τῶν λίθων ἄθροισις, Βουνὸς μαρτυρίας παρά γε τῷ Λάβαν, ὁ δὲ θεσπέσιος Ἰακὼβ ἐπὶ τὸ ἔτι μεῖζόν τε καὶ ὑπερτεροῦν ἀσυγκρίτως, τουτέστι Χριστὸν, ἀνακομίζει τὸ νόημα, Βουνὸς μάρτυς ὀνομάσας τὸ γεγενημένον. Κεφαλὴ γὰρ τῶν πιστευόντων αὐτὸς ὁ Χριστός. Ὅτι δὲ σώζοντι τοὺς ἰδίους τῷ πάντων Σωτῆρι Χριστῷ, καὶ τῆς ἐν κόσμῳ κακίας ἐξάγοντι, καὶ ἡ τῶν ἀγγέλων παρέσται πληθὺς λειτουργοῦσα, δῆλον δὲ ὅτι καὶ τὴν τεταγμένην αὐτοῖς ἀποπληροῦσα δουλείαν, ἀναμάθοι τις ἂν εὐκόλως καὶ διὰ τῶνδε πάλιν. Ἀποχωροῦντος γὰρ ἤδη τοῦ Λάβαν, οἴκαδέ τε ὑπονοστοῦντος εἰρηνικῶς, Ἀναβλέψας, φησὶν, Ἰακὼβ εἶδε παρεμβολὴν παρεμβεβληκυῖαν, καὶ συνήντησαν αὐτῷ οἱ ἄγγελοι τοῦ Θεοῦ. Εἶπε δὲ Ἰακὼβ, ἡνίκα εἶδε αὐτούς· Παρεμβολὴ Θεοῦ αὕτη, καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου, Παρεμβολαί. Γέγραπται δὲ ὅτι Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς. Καὶ πάλιν, ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου. Σώζει δὴ ἅπαντας τοὺς ἀγαπῶντας αὐτὸν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.