Ancient Greek · ~35 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Δ., Ἔτι περὶ τοῦ πατριάρχου Ἰακώβ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 7.1-3
Not analysed yet
Ζ. Ἄλις δὴ οὖν ἡμῖν τοῦ περὶ τούτων λόγου. Φέρε δὴ θεωρήσωμεν, τοῖς πνευματικοῖς θεωρήμασι τὸν νοῦν ἐνιέντες· ἐκεῖνο διενθυμούμενοι, καὶ μάλα ὀρθῶς, ὡς οὐκ ἄμισθος ἦν τοῖς ἁγίοις ἀποστόλοις ὁ ἐπὶ τοῖς κηρύγμασι πόνος, οὔτε μὴν ἀγέραστος ὁ ἰδρώς. Ἔφη γὰρ ὁ Λάβαν πρὸς Ἰακώβ· Οὐ δουλεύσεις μοι δωρεάν. Ἐποιοῦντο δὲ καὶ οἱ θεσπέσιοι μαθηταὶ, λαμπρῶν αὐχημάτων ὑπόθεσιν τὴν τῶν πιστευόντων ἐν ἀρχαῖς πληθύν. Προσεφώνει γοῦν ὁ Παῦλος αὐτοῖς· Χαρὰ καὶ στέφανός μου. Ὑπομνῆσαι δὲ δεῖν ἀναγκαίως ὑπολαμβάνω τῶν ἐν ἀρχαῖς ἡμῖν χρειωδέστατα παρειλημμένων. Ἔφην γὰρ, ὅτι τὸ πρόσωπον Ἰακὼβ ὡς ἐν θεωρίαις πνευματικαῖς ὑποδύεται μὲν ἔσθ’ ὅτε τῶν ἁγίων ἀποστόλων ὁ χορὸς, ὡς ἀπαρχὴ γεγονὼς τῶν ἡγιασμένων ἐν πνεύματι, καὶ ἐν πίστει δεδικαιωμένων· ὁτὲ δὲ αὖ καὶ αὐτὸς ὁ Χριστὸς, ὡς τῆς ἀνανεουμένης εἰς ἀφθαρσίαν ἀνθρωπότητος ἀπαρχὴ, ὡς πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς, ὡς δεύτερος Ἀδὰμ, καὶ ῥίζα τοῦ γένους δευτέρα μετὰ τὴν πρώτην. Περιτρέπει τοίνυν ὁ λόγος ἀεὶ τῶν θεωρημάτων τὸν σκοπὸν, ᾗπερ ἂν ἰέναι πρέποι. Τὸ γάρ τοι διαμαρτεῖν λογισμοῦ τοῦ καθήκοντος, ἀκαλλεστέραν ἐργάσεται τῶν θεωρημάτων τὴν ἀπόδοσιν. Φορέσει δὴ οὖν εἴς γε τὸ παρὸν τὸ Ἰακὼβ πρόσωπον ὁ Ἐμμανουὴλ, ὁ ἐξ οὐρανοῦ νυμφίος, ὁ τὰς Λάβαν θυγατέρας οἷον οὐκ ἀνιδρωτὶ λαβών. Ἴδιον μὲν γὰρ τῆς ἀνωτάτω πασῶν οὐσίας, τὸ ἀκονιτὶ κατορθοῦν, ἅπερ ἂν ἕλοιτο δρᾷν. Ἔφη γάρ που περὶ αὐτῆς καὶ ὁ μακάριος προφήτης Ἡσαΐας· Ὄτι οὐ πεινάσει, οὐδὲ κοπιάσει, οὐδέ ἐστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ. Κατ’ οὐδένα γὰρ τρόπον ἐπιδεὲς τὸ Θεῖον, ἀλλ’ ἔστι παντέλειον ἐν ἑαυτῷ, οὐκ εἰσποιητὸν ἔχον τὸ δυναμοῦσθαι πρός τινος, οὔτε μὴν νόμῳ σωμάτων τροφαῖς ἢ ποτοῖς νευρούμενον· ἀλλ’ αὐτὸ, φύσει δύναμις. Τοιγάρτοι καὶ στερεοῖ μὲν οὐρανοὺς, διανέμει δὲ τὸ δύνασθαι μετ’ ἐξουσίας, οἷς ἂν ἕλοιτο τυχόν. Ἀλλ’ ὥσπερ, καίτοι λυπεῖσθαι μὴ πεφυκὸς, λυπεῖσθαι λέγεται (φησὶ γάρ που πρὸς τὴν τῶν Ἰουδαίων μητέρα, δῆλον δὲ ὅτι τὴν Συναγωγήν· Καὶ ἐλύπεις με ἐν πᾶσι τούτοις. Γράφει δέ που καὶ ὁ θεσπέσιος Παῦλος· Καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ τὸ κατοικοῦν ἐν ὑμῖν)· οὕτω κἂν εἰ λέγοιτο καμεῖν, οὐχ ὅτι γέγονεν ἐν αἰσθήσει πόνου, τὰ τοιάδε φαμέν· ἀλλ’ ὅτι πονεῖν εἴπερ ἦν αὐτῷ ἔθος, πέπονθεν ἂν, τὰ ὑπερμεγέθη τῶν πραγμάτων καὶ ἐξαίρετα κατορθῶν, καὶ αὐτὰ, ἐφ’ οἷς ἦν εἰκὸς δεινοὺς καὶ πικροὺς ἀνατλῆναι πόνους, εἰ τῶν καθ’ ἡμᾶς τις ἦν. Οὐκοῦν ἐκ τῶν ἀνθρωπίνων ἰόντες εἰς ἐννοίας τὰς ὑπερτάτω, μονονουχὶ πόνῳ καὶ ἱδρῶτι καταμεθύουσαν καταθρήσαιμεν ἂν τὴν ὑπὲρ ἡμῶν φροντίδα τῆς ἀκηράτου φύσεως. Αὐτήν γε μὴν ἀπαλλάξομεν ἀναγκαίως τοῦ πονεῖν· ἐπεί τοι μὴ καθ’ ἡμᾶς, μᾶλλον δὲ καὶ ὑπὲρ πᾶσαν τὴν κτίσιν, ταῖς ἰδίαις ὑπεροχαῖς ἐμφιλοχωροῦσά τε καὶ ἐρηρεισμένη. Οὐκ ἀμισθὶ τοιγαροῦν, ἀλλ’ οὐδὲ ἱδρῶτος δίχα Χριστὸς πρώτην μὲν συνηγάγετο τὴν Ἰουδαίων Συναγωγὴν, ἣν ἐν σχήματι τῷ τῆς Λείας παραληψόμεθα. Διερμηνεύεται γὰρ κοπιῶσα καὶ ἀνανεουμένη. Κεκοπίακε δὲ ταῖς Αἰγυπτίων πλεονεξίαις κατηχθισμένη, καὶ τὸν δυσφόρητον ἔχουσα τῆς δουλείας ζυγόν. Καὶ μὴν καὶ ἀνενεώθη πρὸς τὸ πατρῷον σέβας. Μετεπλάττετο δὲ ὥσπερ ἐκ λατρείας εἰδωλομανοῦς ἐπὶ τὸ εἰδέναι λοιπὸν τίς ὁ φύσει καὶ ἀληθῶς ἐστι Θεός. Ἐπεφώνει γὰρ αὐτοῖς διὰ Μωσέως· Ἄκουε, Ἰσραὴλ, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι· καὶ τὸ, Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. Ἀλλ’ ἐπεθύμει μὲν ὁ Χριστὸς τῆς Ῥαχὴλ ἐν ἀρχαῖς, τουτέστι, τῆς ἐξ ἐθνῶν Ἐκκλησίας. Τοιγάρτοι ἔφασκε περὶ τῆς Ἰουδαίων Συναγωγῆς πρὸς τὸν ἱεροφάντην Μωσέα· Λελάληκα πρὸς σὲ ἅπαξ καὶ δὶς, λέγων· Ἑώρακα τὸν λαὸν τοῦτον, καὶ ἰδοὺ λαὸς σκληροτράχηλός ἐστιν. Ἔασόν με ἐξολοθρεῦσαι αὐτοὺς, καὶ ἐξαλείψω τὸ ὄνομα αὐτῶν ὑποκάτωθεν τοῦ στερεώματος τοῦ οὐρανοῦ, καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ ἰσχυρὸν, καὶ πολὺ μᾶλλον ἢ τοῦτο. Ἀλλ’ ἦν ἀνάγκη τοὺς ἐλαφρὸν ἕτι καὶ εὐπαρακόμιστον ἔν γε δὴ σφίσιν αὐτοῖς ἔχοντας νοῦν, οὐκ εὐθὺς διᾴττειν ἐπὶ τὸ τέλειον, καὶ τὴν ἐπέκεινα νοῦ καὶ τῆς ἐξ αὐτοῦ φρονήσεως παίδευσιν, φημὶ δὴ τὴν εὐαγγελικὴν, προκατηχεῖσθαι δὲ μᾶλλον διὰ τῶν ὑποβεβηκότων, μονονουχὶ καὶ προγύμνασμα τῆς ἐν Χριστῷ ζωῆς ποιεῖσθαι τὴν νομικήν. Οὐκοῦν ἐπεθύμει μὲν τῆς νεωτέρας ἐν ἀρχαῖς, τουτέστι, τῆς ἐξ ἐθνῶν Ἐκκλησίας ὁ ἐξ οὐρανοῦ νυμφίος. Προεισοικίζεται δὲ ὥσπερ τὴν πρεσβυτέραν οἱονεί πως οὐκ ἀμογητί. Δεδούλευκε γὰρ ὑπὲρ Λείας ὁ Ἰακώβ. Ὅτι δὲ πολλοῖς καὶ μεγάλοις ἐξῄρηται πόνοις τῆς Αἰγυπτίων δουλείας ὁ Ἰσραὴλ, οὐκ ἀσυμφανές. Ὅλη γὰρ αὐτοῖς πεπολέμηκεν ἡ κτίσις. Σημεῖον οὖν ἄρα τοῦ μὴ ἀνιδρωτὶ λελυτρῶσθαι τὸν Ἰσραὴλ, καὶ Θεοῦ γενέσθαι λοιπὸν διὰ τῆς ἐν νόμῳ λατρείας ἡ τοῦ Ἰακὼβ δουλεία, τελουμένη που πάντως οὐκ ἄνευ μόχθου. Συντετελεσμένων δὲ τῶν ἑβδόμων τῆς πρεσβυτέρας, ἠγάγετο τὴν Ῥαχὴλ, τουτέστι, τὴν νεωτέραν, τὴν καὶ ἐν ἀρχαῖς ποθουμένην. Εἰσκέκληται γὰρ δευτέρα μετὰ τὴν πρώτην ἡ ἐξ ἐθνῶν Ἐκκλησία τὸ τοῦ Θεοῦ πρόβατον· ἑρμηνεύεται γὰρ οὕτω καὶ Ῥαχὴλ, καθάπερ ἤδη προεῖπον. Ὅτι δὲ κέκμηκε τρόπον τινὰ καὶ ὑπὲρ αὐτῆς ὁ Χριστὸς, παρέδειξε πάλιν ἡμῖν ὁ θεσπέσιος Ἰακὼβ, τὸν ἑπταετῆ πόνον καὶ ὑπὲρ Ῥαχὴλ ἀνατλάς. Εἰ γὰρ ἐνεδέχετο καμεῖν, καίτοι Θεὸν ὄντα κατὰ φύσιν, τὸν Υἱὸν, πῶς ἂν οὐ γέγονεν ἐν τούτῳ, τὴν Ἡρώδου δίωξιν ὑπομείνας ἐν ἀρχαῖς, τὰς τῶν Φαρισαίων ἐπιβουλὰς, τὰς τῶν ἡγουμένων συκοφαντίας, τὰ ἐμπτύσματα, τὰ ῥαπίσματα, τὰς κατὰ νώτου πληγὰς, τὴν τῶν στρατιωτῶν παροινίαν, καὶ αὐτὸν ἐν ἐσχάτοις τὸν ἐπὶ ξύλου θάνατον; Λάβαν δὲ θυγατέρες, ἀνδρὸς εἰδωλολατροῦντος ἔτι, Λεία καὶ Ῥαχήλ. Κέκληνται γὰρ ἐξ ἐθνῶν, πρώτη μὲν ἡ τῶν Ἰουδαίων Συναγωγή· ῥίζης γὰρ καὶ γένους Ἑλληνικοῦ γέγονε καὶ αὐτὸς ὁ θεσπέσιος Ἀβραάμ· δευτέρα δὲ καὶ μετὰ τὴν πρώτην ἡ νεωτέρα, τουτέστιν, ἡ Ἐκκλησία. Καὶ οἱ μὲν ὀφθαλμοὶ Λείας παραλελυμένοι καὶ ἀδρανεῖς· Ῥαχὴλ δὲ καλὴ τῷ εἴδει, καὶ ὡραία τῇ ὄψει σφόδρα. Καὶ περὶ μὲν τῶν Ἰουδαίων ἔφη που Χριστὸς τοῖς ἁγίοις ἀποστόλοις· Ἄφετε αὐτοὺς, τυφλοί εἰσιν ὁδηγοὶ τυφλῶν. Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν ὅτι ἀκούουσιν. Οὐκοῦν τὸ ἄναλκες πρὸς θεοπτείαν τῆς Ἰουδαίων Συναγωγῆς κατασημαίνοιτο ἂν εἰκότως διὰ τῶν τῆς Λείας ὀφθαλμῶν. Τὸ δὲ σοφόν τε καὶ ἔννουν, καὶ τὸ πολὺ λίαν ἐξωραϊσμένον εἰς σύνεσιν τῶν ἐν πίστει ἐν Χριστῷ, καὶ μέντοι, καὶ τὸ ἐν ἔργοις περιφανὲς διὰ τοῦ τῆς Ῥαχὴλ προανεγράφετο κάλλους. Καὶ πρὸς μὲν τὴν τῶν Ἰουδαίων μητέρα, τὸ, Ἰδοὺ οἱ ὀφθαλμοί σου οὐκ εἰσὶν, οὐδὲ ἡ καρδία σου καλὴ, προφητικὸς ἀναβοάτω λόγος· καλείτω δὲ ὁ Χριστὸς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, καὶ λεγέτω περὶ αὐτῆς· Οἱ ὀφθαλμοί σου περιστερῶν. –Ἐπεθύμησε γὰρ τοῦ κάλλους αὐτῆς, κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν. Οὐκοῦν ἐποιεῖτο σύνοικον ὁ Χριστὸς πρῶτον μὲν τὴν τῶν Ἰουδαίων Συναγωγὴν, νυμφαγωγοῦντος Μωσέως καὶ μεσιτευόντων ἀγγέλων· ἐπ’ ἐκείνην δὲ ὥσπερ δευτέραν τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, οἱονεὶ μεσίτου παρειλημμένου καὶ ἐπ’ αὐτῇ τοῦ μακαρίου Βαπτιστοῦ. Τοιγάρτοι καὶ ἔφασκε, τὸν νοητὸν τουτονὶ καὶ θεῖον ἡμῖν κατασημαίνων γάμον· Ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου. Αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται. Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι. Ἔλεος δὲ καὶ πίστις τῇ νύμφῃ τὸ ἔδνον. Ἔφη γάρ που διὰ φωνῆς προφητῶν, ὁ ἄνωθεν ἥκων καὶ ἐξ οὐρανοῦ νυμφίος πρὸς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν· Καὶ μνηστεύσομαί σε ἐμαυτῷ εἰς τὸν αἰῶνα, καὶ μνηστεύσομαί σε ἐμαυτῷ ἐν δικαιοσύνῃ καὶ κρίματι, καὶ ἐν ἐλέει, καὶ ἐν οἰκτιρμοῖς. Καὶ μνηστεύσομαί σε ἐμαυτῷ ἐν πίστει, καὶ ἐπιγνώσῃ τὸν Κύριον. Ἠγάγετο μὲν γὰρ, καθάπερ ἔφην ἀρτίως, πρὸ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας τὴν πρεσβυτέραν. Ἀλλ’ ὁ τῆς μνηστείας τρόπος, καὶ τῆς συναφείας ἡ δύναμις, οὐκ εἰς αἰῶνα γέγονεν. Ἔφη γάρ που πάλιν περὶ αὐτῆς, ὅτι Αὕτη οὐ γυνή μου· καὶ ἐγὼ οὐκ ἀνὴρ αὐτῆς. Καὶ πάλιν· Ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου εἰς τὰς χεῖρας αὐτῆς. Ἀποβέβληται γὰρ ὡς πεπορνευμένη, καὶ ἐπὶ τοῖς ἄγαν ἀπηχεστάτοις κατεγνωσμένη. Ἔφη γάρ που περὶ αὐτῆς· Ἐὰν ἐξαποστείλῃ ἀνὴρ τὴν γυναῖκα αὐτοῦ, καὶ ἀπέλθῃ ἀπ’ αὐτοῦ, καὶ γένηται ἀνδρὶ ἑτέρῳ, μὴ ἀνακάμπτουσα ἀνακάμψει πρὸς αὐτὸν ἔτι; οὐ μιαινομένη μιανθήσεται ἡ γυνὴ ἐκείνη; Καὶ σὺ ἐξεπόρνευσας ἐν ποιμέσι πολλοῖς, καὶ ἀνάκαμπτε πρός με, λέγει Κύριος. Ἆρον εἰς εὐθεῖαν τοὺς ὀφθαλμούς σου, καὶ ἴδε ποῦ ἐξεφύρθης. Ἐπὶ ταῖς ὁδοῖς ἐκάθισας αὐταῖς ὡσεὶ κορώνη ἠρημωμένη, καὶ ἐμίανας τὴν γῆν ἐν ταῖς πορνείαις σου, καὶ ἐν ταῖς κακίαις σου, καὶ ἔσχες ποιμένας πολλοὺς εἰς πρόσκομμα σαυτῇ. Ὄψις πόρνης ἐγένετό σοι ἀπηναισχύντησας πρὸς πάντας. Οὐχ ὡς οἰκεῖόν με ἐκάλεσας καὶ πατέρα καὶ ἀρχηγὸν τῆς παρθενίας σου· μὴ διαμενεῖ εἰς τὸν αἰῶνα; Ἀλλ’ ἐν τούτοις μὲν ἡ πρεσβυτέρα· Ῥαχὴλ δὲ τὴν νεωτέραν, τουτέστι, τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, ἑαυτῷ μνηστεύεται, καὶ τοῦτο διηνεκῶς. Τὸ δὲ ἐμαυτῷ, νοείσθω κατὰ τοιόνδε τρόπον. Ἐμνηστεύσατο μὲν γὰρ τὴν Ἰουδαίων Συναγωγὴν, ἀλλὰ διὰ μεσίτου Μωσέως. Συνήφθη δὲ ὥσπερ τῇ ἐξ ἐθνῶν Ἐκκλησίᾳ, φωναῖς ἰδίαις αὐτὴν εἰς τοῦτο καλῶν, καὶ καθ’ ἕνα τῶν ἐπὶ τῆς γῆς ὁρώμενος ἄνθρωπος. Κατένευε γὰρ τῇ νύμφῃ βοώσῃ· Δεῖξόν μοι τὴν ὄψιν σου, καὶ ἀκούτισόν μοι τὴν φωνήν σου. Ἤκουον μὲν γὰρ καὶ οἱ πάλαι λαλοῦντος αὐτοῦ, πλὴν διὰ Μωσέως ἢ προφητῶν. Ἐν ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς, αὐτὸς ἡμῖν δι’ ἑαυτοῦ λελάληκεν ὁ Υἱὸς, καθὰ καὶ ὁ σοφὸς μεμαρτύρηκε Παῦλος.