Ancient Greek
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Δ., Ἔτι περὶ τοῦ πατριάρχου Ἰακώβ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 6-2
Not analysed yet
ϛ. Τὰ μὲν οὖν ἐκ τῆς ἱστορίας, οὐδενὸς ἂν δέοιτο λόγου πρὰς διασάφησιν· ἄναντες γὰρ ἐν αὐτοῖς παντελῶς οὐδέν. Πλὴν εἴ τις ἐκεῖνο λέγοι τῶν τὰ τοιάδε φιλοκρινεῖν εἰωθότων· Οὐ γὰρ τῶν ἄγαν ἀπηχεστάτων λελόγισται παρ’ ἡμῖν, τὸ δυοῖν εὐθὺς ὁμιλῆσαι γάμοιν, καὶ δὴ καὶ γυναίων εἰσοικίσασθαι ξυνωρίδα, καὶ τοῦτο ἀδελφῶν· πρὸς τοῦτό φαμεν, ὅτι τοῖς ἀρχαιοτέροις ὅλος ἦν ὁ τοῦ βίου σκοπὸς εἰς πολυπαιδίαν· καὶ δὴ καὶ ἐν μοίρᾳ τῆς ἀνωτάτω πασῶν εὐημερίας τὸ χρῆμα λελόγιστο. Ἀπήλλακτο δὲ καὶ μώμου παντὸς τὸ οὐ μόναις δυσὶν, ἀλλὰ καὶ ἔτι πλείοσι συγκατευνάζεσθαι γυναιξὶν, εἰς πλῆθος ἀμέτρητον τὸ γένος ἐκτείνοντας. Καὶ γοῦν ἐν εὐλογίας τάξει παρὰ Θεοῦ τὴν τεκνογονίαν ἐδέχοντο. Κατεπηγγέλλετο δὲ καὶ αὐτὸς ὁ τῶν ὅλων Δεσπότης καὶ τοῖς ἄνωθεν καὶ πρὸ Μωσέως ἁγίοις χαριεῖσθαι τὸ δῶρον, καὶ αὐτοῖς δὲ τοῖς λαχοῦσι τὴν διὰ νόμου παιδαγωγίαν. Ἔφη γὰρ, ὅτι Οὐκ ἔσται ἄγονος οὐδὲ χήρα ἐν υἱοῖς Ἰσραήλ. Καὶ οὐκ ἐν τάξει νόμου παραδεξόμεθα τὴν φωνὴν, ἐπαγγελίαν δὲ μᾶλλον εἶναί φαμεν. Τὰ μὲν γὰρ ὅσα ἐστὶν ἐφ’ ἡμῖν, θεσμοῖς ὑποφέρεται, καὶ μάλα ὀρθῶς· τὰ δὲ ὅσα τῶν πραγμάτων οὐκ ἐφ’ ἡμῖν, ἀλλ’ ἐν τοῖς τῆς φύσεως νόμοις ἔχει τὸ ἀποτέλεσμα, νόμον οὐκ ἔχει τὸν βραβευτήν. Πρόδηλον οὖν ἄρα, καὶ οὐδενὶ τῶν ὄντων ἀσυμφανὲς, ὡς οὐκ ἂν προστέταχεν ὁ Δημιουργὸς μὴ εἶναι στεῖραν ἢ ἄγονον ἐν υἱοῖς Ἰσραήλ. Ἀλλ’ εἰ γένοιντο τοῦ νόμου φύλακες, καρποφόρους ἀποφαίνειν ὡς Θεὸς ἐπηγγέλλετο. Οὐκοῦν ἐν σπουδῇ μὲν τοῖς ἀρχαιοτέροις καὶ ἐν εὐκλείας τάξει λελόγιστο τῆς πολυπαιδίας τὸ χρῆμα. Μετατιθέμεθα δὲ ἡμεῖς ἐν Χριστῷ, πρὸς τὸ χρῆναι μᾶλλον καρποφορεῖν ἐν πνεύματι· τὸν μὲν γάμον οὐκ ἀτιμάζοντες, αἱρούμενοι δὲ τὸ ὑπὲρ τοῦτο λίαν καὶ ψήφῳ τῇ ὑπερτάτῃ στεφανούμενον παρά τε τῇ θεοπνεύστῳ Γραφῇ, τὸ ἀπερισπάστως, φημὶ, προσεδρεύειν Θεῷ, καὶ μὴ μερίζεσθαί ποι πρὸς τὰ ἐν κόσμῳ. Ὁ γὰρ ἄγαμος, φησὶν ὁ Παῦλος, μεριμνᾷ τὰ τοῦ Κυρίου· ὁ δὲ γεγαμηκὼς μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῇ γυναικὶ, καὶ μεμέρισται.