Ancient Greek · ~25 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Γ., Περὶ τοῦ Ἀβραὰμ, καὶ τῆς ἐπαγγελίας τῆς κατὰ τὸν Ἰσαὰκ, καὶ ὅτι δι’ αὐτῶν προετυποῦτο τῆς πίστεως τὸ μυστήριον.
Cyrillus Theol., Glaphyra in Pentateuchum 8.1-2
Not analysed yet
η. Ποτὲ μὲν γὰρ διὰ τὸ ἄγαν εὐσθενὲς καὶ ἀκαταγώνιστον εἰς ἀλκὴν, δῆλον δὲ ὅτι τὴν θεοπρεπῆ, μόσχῳ παρεικάζεται. Ποτὲ δὲ αὖ, διὰ τὸ ἀνθρώπινον, καὶ ἐπεί τοι γέγονεν ὑπὸ νόμον, δάμαλις ὀνομάζεται. Κατόπιν γάρ πως ἀεὶ καὶ ἐν μείοσι τὸ θῆλυ τοῦ ἄῤῥενος ὡς ἡγουμένου καὶ προὔχοντος. Ἁπάσης μὲν γὰρ ἐπέκεινα κτίσεως ὁ Υἱὸς, καὶ ἀσυγκρίτοις ὑπεροχαῖς τὴν τῶν γενητῶν ὑπερφέρει φύσιν τε καὶ δόξαν, ῥίζαν ἔχων τὴν ἀνωτάτην, τὸν τῶν ὅλων Πατέρα φημὶ δὴ καὶ Θεόν. Ἐπειδὴ δὲ πέφυκε καθ’ ἡμᾶς, κεχρημάτικεν ὑπὸ νόμον ὡς ἡγούμενον. Τοιγάρτοι καὶ ἔφασκεν· Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι. Ἀναθήσομεν δὲ καὶ τοῦτο τοῖς τῆς κενώσεως μέτροις, ὀρθὰ φρονεῖν ᾑρημένοι. Διὰ τοῦτο δάμαλις ὁ Χριστὸς, τὸ τοῦ νόμου πρόσωπον ἀναπληροῦντος Μωσέως, ἤτοι τοῦ κατ’ αὐτὸν ὁρισθέντος νόμου. Ἀφομοιοῦται δὲ καὶ αἰγί. Διὰ ποίαν αἰτίαν; Προσκεκόμικε γὰρ ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφάς. Χίμαρος δὲ τὸ ὑπὲρ ἁμαρτίας θῦμα κατὰ τὸν νόμον. Παραβάλλεται δὲ καὶ κριῷ, διὰ τὸ τῶν λογικῶν ἡγεῖσθαι ποιμνίων. Εἷς γὰρ ἡμῶν ἐστι καθηγητὴς ὁ Χριστός. Καὶ ἡμεῖς μὲν λαὸς νομῆς αὐτοῦ καὶ πρόβατα χειρὸς αὐτοῦ, κατὰ τὸ γεγραμμένον. Ἐπειδὴ δὲ ὡμοιώθη κατὰ πάντα τοῖς ἀδελφοῖς, τουτέστιν ἡμῖν, καθεὶς ἑαυτὸν εἰς κένωσιν, γράφεται μὲν ἐν κριῷ, νοεῖταί γε μὴν ἡγούμενος. Κριοὶ γὰρ ἀεὶ τῆς ἀγέλης οἱ προὔχοντες. Ὁ αὐτὸς οὖν ἄρα καὶ δάμαλις, διά τοι τὸ ὑπὸ νόμον, καὶ μὴν καὶ ὡς αἲξ, σφάγιον ὑπὲρ ἁμαρτίας. Καὶ προσέτι κριὸς, ὡς ἡγούμενος. Οὗ τοῖς ἴχνεσιν ἕπεσθαι δεῖν ᾑρημένοι, καὶ διασπεύδοντες, Ἐν νομῇ ἀγαθῇ, καὶ ἐν τόπῳ πίονι, κατὰ τὴν τοῦ προφήτου φωνὴν, ἐσόμεθα, καὶ ἐν αὐλαῖς ἱεραῖς καταλύσομεν. Ἐνοικιεῖ γὰρ ἡμᾶς ταῖς ἄνω μοναῖς, αὐτὸς ὢν καὶ κριὸς καὶ ἀρχιποίμην, καὶ ὡς εἷς ἐξ ἡμῶν ὑπὸ νόμον, καὶ ὑπὲρ νόμον, ὡς Θεὸς αὐτὸς ἡ πᾶσα δικαίωσις, εἰ καὶ Ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ τὴν δι’ ἡμᾶς ὑπέμεινε σφαγήν. Μορφοῦται δὲ αὖ καὶ ὡς ἐν τρυγόνι καὶ περιστερᾷ. Αὐτὸς γὰρ ἡ μόνη νοητὴ καὶ λαλιστάτη τρυγὼν, τὸ εὔστομον ἀληθῶς στρουθίον, ὁ ἐξ οὐρανοῦ καὶ ἄνωθεν, ὃς τοῖς εὐαγγελικοῖς κηρύγμασι κατεκήλησε τὴν ὑπ’ οὐρανόν· ᾧ καὶ αὐτὴ προσπεφώνηκεν ἡ νύμφη, τουτέστιν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία· Δεῖξόν μοι τὴν ὄψιν σου, καὶ ἀκούτισόν μοι τὴν φωνήν σου· ὅτι ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὡραία. Ὁ αὐτὸς ἡ ἁπλῆ καὶ ἀκάκουργος καὶ δόλον οὐκ ἔχουσα περιστερά. Οὐ γὰρ εὐρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, κατὰ τὸ γεγραμμένον. Τριετίζουσα δὲ ἡ δάμαλις, καὶ μὴν καὶ τὰ ἕτερα τῶν κτηνῶν. Παντέλειος γὰρ ὁ Κύριος. Τῆς τῶν κτηνῶν ἡλικίας τὸ ὡς ἐν Θεότητι τέλειον τοῦ Μονογενοῦς ὑποφαινούσης ἀστείως. Καὶ διαπτύσσεται μὲν τὰ κτήνη· δεδιχοτόμηνται γάρ. Μεμένηκε δὲ τῶν στρουθίων ἀδιχοτόμητος ἡ δυάς. Καὶ τίς ὁ λόγος; Ἧ μὲν γὰρ γέγονε σὰρξ ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, οἱονεί πως δεδιχοτόμηται, καὶ εἰς θεωρίαν εὐρύνεται τὴν διπλῆν ὁ ἐπ’ αὐτῷ λόγος. Ὁτὲ μὲν γὰρ, τὴν ὡς ἐκ Πατρὸς αὐτοῦ θείαν καὶ ἀπόῤῥητον νοοῦμεν γέννησιν· ὁτὲ δὲ αὖ, τὸ τῆς ἐνανθρωπήσεως λαλοῦμεν μυστήριον, τὸ βαθὺ τῆς οἰκονομίας μονονουχὶ διαπτύσσοντες καὶ ἁπλοῦντες εἰς εἴδησιν τοῖς οὐκ εἰδόσιν αὐτό. Ἀλλ’ εἰ καὶ γέγονε διττὸς οἱονεί πως ὁ ἐπ’ αὐτῷ λόγος, ἀλλ’ εἷς που πάντως καὶ ὁ αὐτὸς, οὐ διαιρούμενος εἰς δύο, μετὰ τὴν πρὸς σάρκα σύνοδον. Οὔτε μὴν εἰς υἱῶν δυάδα τεμνόμενος· εἷς γὰρ καὶ ἀμέριστος ὁ Χριστός. Τύπος δ’ ἂν γένοιτο καὶ τοῦδε σαφὴς, τὸ ἀδιάτμητον τῶν στρουθίων· Τὰ γὰρ ὄρνεα, φησὶν, οὐ διεῖλε. Καὶ ἐσημαίνετο μὲν ὡς ἀπὸ τῆς γῆς διὰ τὸ ἀνθρώπινον, ὡς ἔν γε τῷ μόσχῳ, καὶ μὴν καὶ αἰγὶ καὶ κριῷ. Νοεῖται δὲ πάλιν ὡς ἐξ οὐρανοῦ καὶ ἄνωθεν, διά τοι τὸ εἶναι ὁ Θεὸς διὰ τῶν στρουθίων. Ὅτι δὲ καίτοι τὴν ὑπὲρ ἡμῶν ἑκούσιον ὑπομείναντος σφαγὴν, Ἡ σὰρξ αὐτοῦ οὐκ εἶδε, κατὰ τὸ γεγραμμένον, διαφθοράν· καὶ ὅτι κατὰ τὴν τοῦ Ψάλλοντος φωνὴν, Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν. Παραδείξειεν ἂν καὶ μάλα σαφῶς ὡς ἐν τύπῳ δὴ πάλιν ὁ θεσπέσιος Ἀβραὰμ, τὰ καταφθείρειν ἐθέλοντα τῶν πτηνῶν, ἀφιστὰς τῶν διχοτομημάτων. Προαπαγγελθείσης δὲ τῷ Ἀβραὰμ τῆς ἐσομένης κατὰ καιροὺς ἐν Αἰγύπτῳ πλεονεξίας κατὰ τῶν ἐξ αἵματος αὐτοῦ, τουτέστι, τοῦ Ἰσραὴλ καὶ τῆς παραδόξου λυτρώσεως, Περὶ τὰς ἡλίου, φησὶ, δυσμὰς κλίβανος πυρὸς καπνιζόμενος, καὶ λαμπάδες πυρὸς, διὰ μέσων ᾔεσαν τῶν διχοτομημάτων. Προανέτειλε μὸν γὰρ τῶν ἐξ ἐπαγγελίας ὁ διὰ Μωσέως νόμος, δουλείας τε πέρι τῶν ἐξ Ἰσραὴλ, καὶ μὴν καὶ λυτρώσεως, μακρὰ τοῖς ἀκροωμένοις εἰσφέρων τὰ διηγήματα. Ἐν ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς, καὶ οἱονεὶ πρὸς ἑσπέραν, Γέγονε σὰρξ ὁ Λόγος. Εἴη γὰρ, οἶμαι, τουτὶ, καὶ ἕτερον οὐδὲν, τὸ, ὡς ἐν εἴδει πυρὸς τὴν θείαν τε καὶ ἀπόῤῥητον φύσιν, ἐπ’ αὐτὰ διᾴττειν τὰ διχοτομήματα. Ἀλλ’ Ἦν, φησὶ, φλὸξ πυρὸς, καὶ κλίβανος πυρὸς, καὶ λαμπάδες πυρός. Γέγονε γὰρ ἀληθῶς τὸ σεπτὸν τῆς ἐνανθρωπήσεως μυστήριον, τοῖς μὲν ἀπειθεῖν ᾑρημένοις καὶ ἀπονενευκόσι πρὸς τὸ ἐξήνιον, κλίβανός τε καὶ φλὸξ, καὶ ἡ πασῶν ἀφόρητος καὶ ἐσχάτη δίκη. Καὶ γοῦν περὶ τῶν ἐξ Ἰσραὴλ, οἳ τὸ Χριστοῦ μυστήριον ἀσυνέτως περιυβρίζοντες κακόνοοί τε καὶ ἀλαζόνες ἡλίσκοντο, φησὶν ὁ Δαβὶδ πρὸς τὸν τῶν ὅλων Πατέρα καὶ Θεόν· Θήσεις αὐτοὺς ὡς κλίβανον πυρὸς, εἰς καιρὸν τοῦ προσώπου σου· Κύριε, ἐν τῇ ὀργῇ σου συνταράξεις αὐτοὺς, καὶ καταφάγεται αὐτοὺς πῦρ. Καιρὸς δὲ προσώπου τοῦ Πατρὸς, ὁ τῆς ἐνανθρωπήσεως νοοῖτο ἂν εἰκότως· εἴπερ ἐστὶ καὶ πρόσωπον καὶ εἰκὼν τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ Υἱός. Οὐκοῦν φλὸξ ἀγρία καὶ κλίβανος, τοῖς ἀπωθεῖν ἐθέλουσι τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς τὸ μυστήριον. Τοῖς γε μὴν ἐπεγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ, καθὰ γέγραπται, Λαμπὰς ἐν σκότῳ φωτίζουσα, καὶ τῆς διαβολικῆς ἀχλύος τὸ πάχος ἀπολεπτύνουσα, καὶ τοῖς διὰ μέσον προσπταίειν σκανδάλοις τὴν τῶν σεβομένων αὐτὸν οὐκ ἐφιεῖσα πληθύν. Οὕτως ἡμῖν ὠνόμαζε τὸν Υἱὸν ὁ Θεὸς καὶ Πατὴρ, καὶ διὰ φωνῆς Ἡσαΐου, λέγων· Διὰ Σιὼν οὐ σιωπήσομαι, καὶ διὰ Ἱερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη μου. Τὸ δὲ σωτήριόν μου, ὡς λαμπάδες καυθήσεται. Σωτήριον γὰρ καὶ δικαιοσύνη παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς εἰς ἡμᾶς γέγονεν ὁ Υἱός· εἴπερ ἐστὶν ἀληθὲς ὡς ἐν αὐτῷ δικαιούμεθα, καὶ τὸν πάλαι καθ’ ἡμῶν τυραννήσαντα νικῶντες θάνατον, παλινδρομοῦμεν εἰς ἀφθαρσίαν, καὶ εἰς ὅπερ ἦν ἐν ἀρχαῖς ἡ φύσις ἀναμορφούμεθα.