Ancient Greek · ~16 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Γ., Περὶ τοῦ Ἀβραὰμ, καὶ τῆς ἐπαγγελίας τῆς κατὰ τὸν Ἰσαὰκ, καὶ ὅτι δι’ αὐτῶν προετυποῦτο τῆς πίστεως τὸ μυστήριον.
Cyrillus Theol., Glaphyra in Pentateuchum 9.1-2
Not analysed yet
θ. Ὅτι δὲ ἦν ἀναγκαῖον πεφηνότος ἤδη τοῦ Ἐμμανουὴλ, καὶ τοῦ κατ’ αὐτὸν μυστηρίου παραδειχθέντος ἐν κόσμῳ, τῆς Μωσαϊκῆς λατρείας τοὺς τύπους τοῖς εὐαγγελικοῖς παιδεύμασιν ὑποφέρεσθαι, καὶ ὑπείκειν ὥσπερ ταῖς ἀμείνοσι καὶ τελεωτέραις ἐντολαῖς, ἐσκιαγραφεῖτο πάλιν ὡς ἐν τύπῳ τὸ χρῆμα παχεῖ. Καὶ τίς δὴ οὗτος, ἐρῶ. Ἐπειδὴ γὰρ οὐκ ἔτικτε μὲν ἡ Σάῤῥα, κεκυοφόρηκε δὲ τὸν Ἰσμαὴλ ἡ Ἄγαρ, ὀφρὺν ἀνατείνουσα κατὰ τῆς ἐλευθέρας ἐφωρᾶτο λοιπόν. Σάῤῥα δὲ οὐκ ὀϊστὴν ἐποιεῖτο τὴν ὑπεροψίαν, καὶ δὴ καὶ ἐκάκου τὴν Αἰγυπτίαν. Ἡ δὲ τῆς ἑστίας ἀπέδρα, καὶ ἐπλανᾶτο κατὰ τὴν ἔρημον. Ἤρετο δὲ αὐτὴν ἄγγελος ἐξ οὐρανοῦ, ὅποι τε ἴοι καὶ ὅθεν ἵκοι πάλιν. Ἡ δὲ πρὸς ταῦτά φησιν· Ἀπὸ προσώπου Σάῤῥας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω. Τί οὖν ὁ θεσπέσιος ἄγγελος; Ἀποστράφηθι, φησὶ, πρὸς τὴν κυρίαν σου, καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς. Προανεδείχθη μὲν γὰρ ὠδίνουσα τὸν Ἰσραὴλ ἡ κατὰ νόμον λατρεία. Οἰκέτις δὲ οὖσα (πνεῦμα γὰρ ἐλεύθερον οὐκ ἦν ἐν αὐτῇ), μονονουχὶ προεκυοφόρησε τῆς νέας καὶ εὐαγγελικῆς παιδεύσεως τὸν ἐξ Αἰγύπτου λαόν. Τοιγάρτοι καὶ πεφρόνηκε μέγα, καὶ ἐδίωκε τοὺς ἐν Χριστῷ, καὶ κατὰ τῶν εὐαγγελικῶν θεσπισμάτων ὑψηλὴν αἴρουσα τὴν ὀφρὺν, πολυτρόπως ἡλίσκετο. Ἐπετίμα γὰρ τοῖς ἁγίοις ἀποστόλοις ἡ τῶν Ἰουδαίων Συναγωγὴ, διαῤῥήδην λέγουσα· Παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν, μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ, καὶ ἰδοὺ ἐπληρώσατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν. Ὁρᾷς ὅπως κατεπαίρεται τῆς Σάῤῥας ἡ Αἰγυπτία, καὶ καταθρασύνεται τῆς ἐλευθέρας τὸ θεραπαινίδιον. Ἀλλ’ ἐνικᾶτο τῷ χρόνῳ, καὶ ἀποδιδράσκει τρόπον τινὰ τιμῶσα τὸ ἐξήνιον, προστάττεται δὲ δι’ ἀγγέλου φωνῆς, μὴ παραιτεῖσθαι τὴν ἐλευθέραν, τουτέστι, τὴν εἰς ἐλεύθερον ἀξίωμα καλοῦσαν παίδευσιν, ταπεινοῦσθαι δὲ μᾶλλον ὑπὸ τὰς χεῖρας αὐτῆς. Ἡ γὰρ διὰ νόμου λατρεία, διὰ σχημάτων ἰοῦσα καὶ τύπων, δουλεύει τρόπον τινὰ τοῖς εὐαγγελικοῖς παιδεύμασιν, ἀμυδρὸν τῆς ἀληθείας τὸ κάλλος ἐφ’ ἑαυτῇ δεικνύουσα. Δι’ ἀγγέλων τοίνυν ὁ πάλαι διὰ Μωσέως ὡρίζετο νόμος, καὶ διὰ φωνῆς ἀγγέλου τοῖς διὰ Χριστοῦ θεσπίσμασιν ὑποφέρειν ὥσπερ προστάσσεται τὸν αὐχένα, καὶ ὑποκλίνεσθαι τῇ ἐλευθέρᾳ, καὶ οὐχ ἑκοῦσα παραχωρεῖν. Τοῦτο γὰρ, οἶμαι, νοητῶς ἐστι τὸ, ὑπὸ χεῖρα τῆς Σάῤῥας γενέσθαι τὴν Ἄγαρ. Μεμνῆσθαι δὲ ἀναγκαῖον, ὡς διαθηκῶν δυάδα τέθεικεν αὐτὰς καὶ ὁ θεσπέσιος Παῦλος, τὴν μὲν εἰς δουλείαν γεννῶσαν, σύστοιχόν τε τῇ νῦν Ἱερουσαλήμ· τὴν δὲ εἰς ἐλευθερίας ἀξίωμα, φημὶ δὴ τὴν Σάῤῥαν. Ὅτι δὲ πεφηνότος ἤδη Χριστοῦ συνανατελεῖ δὴ πάντως τῆς ἐν πνεύματι περιτομῆς ὁ καιρὸς, ἐδιδάσκετο σαφῶς ὁ μακάριος Ἀβραάμ. Ἐθεσμοθέτει γὰρ ὁ Θεὸς, τὸ χρῆναι πληροῦν τὴν περιτομὴν, διὰ σαρκικῶν, οἶμαι, παραδειγμάτων προαναφαίνων τὰ νοητά. Περιτμηθήσεται γάρ σου, φησὶ, πᾶν ἀρσενικόν. Καὶ ταῖς εἰς τοῦτο ῥᾳστώναις ὄλεθρον καὶ ἀπώλειαν ἐπεμέτρει τὴν δίκην· ἔφη γὰρ, ὅτι καὶ ἀπερίτμητος ἄρσην, ὃς οὐ περιτμηθήσεται τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ γένους αὐτῆς, ὅτι τὴν διαθήκην μου διεσκέδασεν. Ὁρᾷς ὅτι τῆς ἐν πνεύματι καὶ ἀληθείᾳ περιτομῆς τύπος ὥσπερ τις ἐν σαρκὶ προεδείκνυτο. Πράττεται γὰρ τῇ ὀγδόῃ, καθ’ ἣν ἐκ νεκρῶν ἀνεβίω Χριστός. Καὶ καιρὸς ἦν ἤδη τοῦ μεταλαχεῖν ἁγίου Πνεύματος, καὶ τὴν ἐν αὐτῷ δέχεσθαι περιτομὴν, οὐ σάρκα λυποῦντος, ἀλλὰ πνεῦμα καθαίροντος· οὐ σωματικῶν ἀπαλλάττοντος ῥύπων, ἀλλὰ ψυχικῶν ἡμᾶς νοσημάτων ἀπολύοντος. Ὅτε γὰρ ἀνεβίω Χριστὸς, καταλύσας τοῦ θανάτου τὸ κράτος, τότε δὴ, τότε καὶ ἀπαρχὴν ὥσπερ τινὰ τοῦ ἁγίου Πνεύματος τοῖς ἁγίοις ἐνέθηκε μαθηταῖς. Ἐνεφύσησε γὰρ, φησὶν, εἰς αὐτοὺς λέγων· Λάβετε Πνεῦμα ἅγιον. Συλλήψεται δὲ τῷ λόγῳ καὶ ὁ σοφώτατος Ἰωάννης, λέγων· Οὐδέπω γὰρ ἦν Πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. Δεδόξασται μὲν γὰρ, ἐγηγερμένος ἐκ νεκρῶν, κατὰ τὴν ὀγδόην. Τοιγάρτοι καὶ εἰς ἡμᾶς ἠνέχθη τὸ πνεῦμα, καὶ ἐν αὐτῷ περιτετμήμεθα περιτομῇ ἀχειροποιήτῳ καὶ νοητῇ. Ἁνδάνει γὰρ οὗτος Θεῷ τῆς περιτομῆς ὁ τρόπος. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος ὧδέ πή φησιν· Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν. οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι. Οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ’ ἐκ τοῦ Θεοῦ.