Ancient Greek
Page 462
Cyrillus Theol., Homiliarum incertarum fragmenta 462
Not analysed yet
θείαν καὶ ἀνωτάτω φύσιν, μηδὲ ἐν τούτοις εἶναι νομίζειν ἐν οἷς ἐστιν ἡ κτίσις; οὐκοῦν εἰ κτίσμα τὸ γεννηθὲν, κτιστὸς ἄρα καὶ ὁ τεκών· ἀλλ' ἔστιν ἀγένητος ὁ Πατὴρ, οὐ γὰρ γέγονε παρά τινος, ἀγένητος ἄρα καὶ ὁ Υἱός· καὶ εἰ χαρακτήρ ἐστι τῆς ὑποστάσεως τοῦ γεγεννηκότος, Θεὸς δὲ κατὰ ἀλήθειάν ἐστιν ὁ τεκὼν, Θεὸς ἄρα καὶ ὁ χαρακτὴρ αὐτοῦ· χαρακτηρίζει γὰρ, Θεὸν μὲν Θεὸς, κτίσιν δὲ κτίσις. ὥσπερ γὰρ εἴ τις βούλοιτο τὴν γενητὴν καὶ πεποιημένην κτίσιν καταδεῖξαί τισιν, οὐ δύναται λέγειν Ὅρα μοι τὴν τῆς θεότητος φύσιν, καὶ ἐκ ταύτης νοήσεις ἐκείνην· ὀφθήσεται γὰρ ἀμαθὴς ὁ τοῦτο λέγων· οὐ γὰρ ἡ τῆς θεότητος φύσις ἐφ' ἑαυτῇ καταδείξει τὴν γενητὴν οὐσίαν· οὕτως εἴ τις βούλοιτο τὴν ἄκτιστον φύσιν ἰδεῖν, οὐκ ἂν ἴδοι ταύτην ὡς ἐν εἰκόνι τῇ κτίσει· διὸ ἔλεγε τῷ Φιλίππῳ ὁ Κύριος "Ὁ ἑωρακὼς ἐμὲ "ἑώρακε τὸν Πατέρα·" φυσικὴ δὲ πάντως ἡ ὁμοιότης Υἱῷ πρὸς τὸν Πατέρα καὶ οὐσιώδης ὁ χαρακτήρ. VI. Ὁρᾷς ὅτι Θεὸς χρίεται παρὰ Θεοῦ; ὅτε γὰρ γέγονεν ἄνθρωπος μεμενηκὼς ὅπερ ἦν, τότε καὶ καθ' ἡμᾶς ἀνθρωπίνως χρίεται πρὸς ἀποστολήν· χρίεται γὰρ ἡ ἀνθρωπότης τῷ θείῳ Πνεύματι, οὐκ ἐνεργεῖται καθάπερ ἐπὶ τῶν ψιλῶν ἀνθρώπων, οἷον προφητῶν πατριαρχῶν· χρίσις δέ ἐστιν οἷον ὅλη τοῦ χρίοντος ἡ παρουσία· χρίεται δὲ ὁ Υἱὸς ὅτε εἰς τὴν οἰκουμένην εἰσήχθη, τουτέστιν ὅτε ἐσαρκώθη· τότε γὰρ ἐκοινώνησε τῇ κτίσει, ἑνώσας ἑαυτῷ τὸ κτιστὸν, καὶ χρίσας τὴν ἀνθρωπότητα τῇ θεότητι, ὥστε ποιῆσαι τὰ ἀμφότερα ἕν.