Ancient Greek
Page 461
Cyrillus Theol., Homiliarum incertarum fragmenta 461
Not analysed yet
V. Ἀνοηταίνουσι δὲ καὶ οἱ λέγοντες τὸν Υἱὸν ἑτεροφυᾶ καὶ ἀλλότριον τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας· ἀμήχανον γὰρ τὸν ἐκ Θεοῦ κατὰ φύσιν, κτιστὸν εἶναι καὶ γενητόν· εἰ γὰρ πᾶν ὃ πέφυκε τίκτειν, ὁμοούσιον ἑαυτῷ γεννᾷ, γεγέννηκε δὲ κατὰ ἀλήθειαν τὸν Υἱὸν ὁ Πατὴρ, πάντως που καὶ ὁμοούσιον ἑαυτῷ γεγέννηκεν. ἢ γὰρ οὐκ ἄτοπον ἐξ ἀνθρώπου μὲν οὐχ ἑτεροειδὲς τίκτεσθαι ζῷον, καὶ μὴν ἐκ βοός γε καὶ ἵππου· τίκτει γὰρ ἕκαστον τὸ κατὰ φύσιν ὅμοιον ἑαυτῷ· τὴν δέ γε