Ancient Greek · ~7 min
Commentary micah, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΜΙΧΑΙΑΝ.
Cyrillus Theol., In XII Prophetas 1-15
Not analysed yet
ΕΙΣ μὲν ἅπασι καὶ θεοφιλὴς τοῖς ἁγίοις προφήταις ὁ σκοπὸς, τὸ ἀναπεῖσαι τὸν Ἰσραὴλ ἀποφοιτῆσαι νεανικῶς τοῦ πλανᾶσθαι θέλειν, ἀνθελέσθαι δὲ μᾶλλον τὸ δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, καὶ τοῖς τῆς δικαιοσύνης αὐχήμασιν ἐναβρύνεσθαι, τὴν ἐπὶ τοῖς ἀτόποις κατάρρησιν ῥιπτοῦντας ὡς ἀπωτάτω. πολλοὶ δὲ γεγόνασι καὶ καθεξῆς, προδια- μαρτυρομένου τρόπον τινὰ τοῦ Θεοῦ, καὶ διὰ πλείστων ὅσων στομάτων προαναφωνοῦντος ἐναργῶς, ὡς εἰ μὴ ἕλοιντο βιοῦν ὀρθῶς, μήτε μὴν ποιοῖντο περὶ πολλοῦ τὴν εἰς τὰ ἀμείνω λοιπὸν ἐπιτηδεύειν ἀναδρομὴν, αὐτοὶ καθ’ ἑαυτῶν ὁριοῦσι τὰς δίκας, καὶ αὐτόκλητον ἀνατλάντες ὄλεθρον, τὰς ἃς τοῦ παθεῖν αἰτίας ταῖς ἰδίαις ἀνάψουσι γνώμαις. εἰ δὲ δὴ τῶν αὐτῶν ἔχοιντο διηγημάτων τῶν ἁγίων προφητῶν οἱ λόγοι, αἰτιάσθω μηδεὶς, ταὐτολογίαν ἐπιφημίζων αὐτοῖς, ἀναλογιζέσθω δὲ μᾶλλον ἐκεῖνο σαφῶς· οὐδένα γὰρ ἐχρῆν ὀφθῆναι καιρὸν, καθ’ ὃν οὐκ ἦσαν οἱ ἐπανορθοῦν ἰσχύοντες τοὺς ἡμαρτηκότας. καὶ ὥσπερ οὐκ ἃν αἰτιάσαιτό τις, εἴ γε νοῦν ἔχοι, τὸ κατὰ πάντα καιρὸν ὑπάρχειν ἰατροὺς, τοὺς τὰ αὐτὰ τῶν ἐν ἡμῖν παθῶν ταῖς αὐτοῖς πρεπούσαις ἐπικουρίαις ἀνασειράζοντας, οὕτως οὐκ ἃν, οἶμαί, τις εὐλόγως ἐπιτιμήσειε τοῖς ἁγίοις προφήταις, εἰ καὶ διὰ τῶν αὐτῶν ἰόντες φαίνοιντο πραγμάτων τε καὶ λόγων. εἷς γὰρ ἦν κύριος ὁ πᾶσι λαλῶν, καὶ τοῖς πλανωμένοις ἀναδεικνὺς κατὰ πάντα καιρὸν τοὺς ἀποκομίζειν εἰδότας εἰς εὐθεῖαν ὥσπερ ὁδόν. προαγορεύουσι γὰρ ἅπαντες τοὺς πολέμους, τὰς αἰχμαλωσίας, τὴν τῶν πόλεων ἐρήμωσιν, τοὺς πόνους, τὰ πένθη, τοὺς ἐπὶ τοῖς τεθνεῶσιν ὀδυρμοὺς, τὰς τῶν παραλελημμένων ταλαιπω- ρίας, τὴν τῶν πορθούντων ὠμότητα· καὶ ἁπαξαπλῶς διὰ πάσης αὐτοῖς ἀγριότητος κεχωρηκότα τὰ διηγήματα κατίδοι τις ἃν, διά γε τὸ τοῖς πλανωμένοις εἰς ὄνησιν ἀναγκαῖον. ἀνακόπτεται γὰρ ἔσθ’ ὅτε τοῖς δείμασι καὶ τὸ ἀσχέτως ἐκνενευκὸς εἰς ἀπόστασίν τε καὶ ἁμαρτίαν.