Ancient Greek · ~13 min
Commentary obadiah, ΤΟΥ ΑΥΤΟΥ
Cyrillus Theol., In XII Prophetas 1.1-2
Not analysed yet
ἈΒΔΙΟΥ δὴ πάλιν προφητεύει μὲν ἐν καιροῖς ὡς ἔοικεν, καθ’ οὓς καὶ Ἰωήλ, μονονουχὶ δὲ διέλαχε πρὸς αὐτὸν τὴν ὅρασιν, καὶ μερίζεται τὸ διήγημα. ὁ μὲν γὰρ θεσπέσιος Ἰωήλ ἐπ’ αὐτοῖς ἤδη τέρμασι τῆς αὐτοῦ προφητείας “Αἴ- “γυπτος, φησὶν, εἰς ἀφανισμὸν ἔσται, καὶ ἡ Ἰδουμαία εἰς "πεδίον ἀφανισμοῦ ἐξ ἀδικιῶν υἱῶν Ἰούδα, ἀνθ’ ὧν ἐξέχεον “αἷμα δίκαιον ἐν τῆ γῆ αὐτῶν·” ὁ δὲ τῆς Ἰδουμαίας τὸν ἀφανισμὸν τίνα τε τρόπον καὶ ὅπως ἔσται, κατὰ καιροὺς ἀφηγεῖται λεπτῶς. ἐπειδὴ δὲ τοῖς ἐντευξομένοις τῇ τοῦ βιβλίου συγγραφῆ λυσιτελὲς τὸ ἀναμαθεῖν ἀκριβῶς καὶ πρό γε τῶν ἄλλων, τίς μέν ἐστιν ἡ Ἰδουμαία, τί δὲ τὸ συμβὰν αὐτῇ, καὶ τοῦ δὴ χάριν ταῖς ἐκ θείας ὀργῆς ὑπενήνεκται συμφοραῖς, φέρε λέγωμεν, ὡς ἔνι, τὰ τοιάδε σαφῶς τοῖς φιλομαθέσι καταλεπτύνοντες. Ἰδουμαῖοι τοίνυν κέκληνται καὶ εἰσὶν οἱ ἐξ Ἡσαῦ γεγονότες. ἐπειδὴ γὰρ Ἐδὼμ ὠνό- μασται, τουτέστιν γήινος, διά τοι τὸ ἀποδόσθαι τὰ πρω- τοτόκια, καὶ ἀλογῆσαι μὲν τῆς ἐντεῦθεν ὀφειλομένης αὐτῷ τιμῆς, βρώσεως δὲ μιᾶς, καὶ τοῦτο εὐτελεστάτης, ἀνθελέσθαι παράθεσιν, ταύτῃτοι καὶ Ἰδουμαίους ὠνόμαζον τοὺς ἐξ αὐτοῦ γεγονότας. καλεῖται δὲ τῶν Ἰδουμαίων ἡ χώρα καὶ Σηεὶρ καὶ Θαιμάν· καὶ Σηεὶρ μὲν διὰ τὸ λέγεσθαι δασεῖς τοὺς κατοικοῦντας αὐτὴν, δασὺς δὲ καὶ Ἠσαῦ· τετρίχωτο γάρ· Σὴρ δὲ τρίχωσις, ἤτοι τριχωτὸς ἑρμηνεύεται. ἢν δὲ καὶ ὄρος ἐν τῇ χώρᾳ Σηείρ. Θαιμὰν δὲ δὴ πάλιν, διὰ τὸ εἶναι νοτιωτάτην. νότος δὲ ὁ Θαιμὰν κατὰ τὴν τῶν Ἑβραίων φωνήν. δοκεῖ ’δε τισιν εἰρῆσθαι Θαιμὰν καὶ δι’ ἑτέραν αἰτίαν. φασὶ γὰρ ὅτι γέγονεν υἱὸς τῷ Ἡσαῦ κατὰ καιροὺς Ἐλιφὰζ, ἐκ δὲ τοῦ Ἐλιφὰζ ὁ Θαιμὰν, ἐξ οὗ καὶ ἡ χώρα Θαιμάν. καὶ ἀπόχρη μὲν ταῦτα περὶ τῆς Ἰδουμαίας καὶ τῶν ἐν αὐτῇ. ἀπολώλασι δὲ δι’ αἰτίαν τοιαύτην. πολιορκουμένης γὰρ τῆς Ἱερουσαλὴμ ὑπὸ τοῦ Ναβουχοδονόσορ, καὶ ἐν τοῖς ἐσχάτοις ἡκούσης κακοῖς· ἔπιπτον γὰρ ἀναρίθμητοι τοῖς τῶν ἐθνῶν δαπανώμενοι ξίφεσι· ἀνεσώζοντό τινες μόλις, καὶ εἰς τὰς τῶν ὁμόρων ἐθνῶν χώρας ἀπεκομίζοντο· κατέβαινον δὲ οἱ πλεῖστοι μάλιστα τῶν ἐξ Ἰσραὴλ εἰς τὴν Ἰδουμαίαν, ὅμορον οὖσαν αὐτοῖς, ᾤοντό τε ὅτι καὶ συναλγήσουσιν ὡς ἀδελφοῖς, καὶ τῆς ἐξ αἵματος ἀγχιστείας δια- μεμνήσονται, καὶ ἀθλίως πεπραχόσι χαριοῦνται τὰς ἐπικουρίας. οἱ δὲ, καίτοι κατοικτεῖραι δέον ὡς ἀδελφοὺς, ἀπεδέχοντο μὲν εἰς τὴν ἑαυτῶν, ἀπέσφαττον δὲ, τὰς τῆς Ἰδουμαίας ἐκβολὰς λῃστρικῷ περιθέοντες τρόπῳ, τεθορυβημένους τε καὶ κατεπτηχότας ἁρπάζοντες. ἦσαν δὲ οὕτως ἀπάνθρωποι ὡς καὶ αὐτὴν ὑπερβαλέσθαι τῶν Βαβυλωνίων τὴν ἀγριότητα. ἐπῄεσαν γὰρ, ὡς ἔφην, ἀπολλυμένοις, ἐπιτωθάζοντες καὶ πανηγύρεως ἀφορμὴν τὰς τῶν ὁμαιμόνων ποιούμενοι συμφοράς. ἀπῴχοντο μὲν οὖν εἰς τὴν Περσῶν τε καὶ Μηδῶν Ἰουδαῖοι τοτηνικάδε. ἐπειδὴ δὲ πεπερασμένων ἤδη τῶν ἑβδομήκοντα ἐτῶν κατηλέει Θεός· ἀνεκομίζοντο γὰρ εἰς τὴν Ἰουδαίαν· σπουδὴν ἐποιοῦντο, τήν τε πόλιν αὐτὴν ἀναδείμασθαι, καὶ τὸν ἐν αὐτῇ πάλιν ἀνεγεῖραι νεών. ἀλλ’ Ἰδουμαῖοι πάλιν οἱ ἀδελφοὶ καὶ γείτονες κατεδάκνοντο τῷ φθόνῳ, καὶ τῶν τοιούτων ἐγχειρημάτων ἀπείργειν ἤθελον, συναγείροντες τοὺς ὁμόφρονας καὶ περιοικοῦντας βαρβάρους, καὶ δὴ καὶ εἰς μάχην ἤεσαν. πεπτώκασι δὲ καὶ ἀπολώλασιν ἐν τῇ κοιλάδι τοῦ Ἰωσαφὰτ, Θεοῦ προασπίζοντος τῶν ἐξ Ἰσραήλ. ἐπειδὴ δὲ τῶν ἀλλοφύλων φορτικώτεροι γεγόνασιν Ἰδουμαῖοι, κατέδραμον αὐτῶν τὴν χώραν οἱ ἐξ Ἰσραὴλ, καὶ ἀπέκτειναν μὲν τοὺς ἐν αὐτῇ, τρυμαλιὰς δὲ πετρῶν καὶ σπήλαια καὶ γῆς καταδύσεις διερευνώμενοι, τοὺς εὑρισκομένους ἀπέσφαττον.