Ancient Greek · ~3 min
Commentary obadiah, ΤΟΥ ΑΥΤΟΥ
Cyrillus Theol., In XII Prophetas 2-13
Not analysed yet
Ὅρασις Ἀβδιού· τάδε λέγει Κύριος ὁ Θεὸς τῇ Ἰδουμαίᾳ Ἀκοὴν ἤκουσα παρὰ Κυρίου καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν Ἀνάστητε καὶ ἐξαναστῶμεν ἐπ’ αὐτὴν εἰς πόλεμον. ὅλον ἡμῖν τῆς ἑαυτοῦ προφητείας ἐν τούτοις, ἤγουν τῆς ὁράσεως διερμηνεύει τὸν σκοπὸν, καὶ ὅποι ποτὲ βλέπει διατρανοῖ. ὅτι γὰρ ἐπὶ τοῖς ἔσεσθαι μέλλουσι κατὰ τῆς Ἰδουμαίας ἡ ὅρασις αὐτῷ, πειρᾶται πληροφορεῖν. ἐμπεδοῖ γὰρ πρὸς πίστιν τοὺς ἀκροωμένους, καὶ ὅτι πάντη τε καὶ πάντως συμβήσεται τὸ λαλούμενον, ἀναπείθειν πειρᾶται λέγων ὡς ἥκιστα μὲν αὐτοῦ, Θεοῦ δὲ μᾶλλον εἶεν οἱ λόγοι. ἔφη τοίνυν ἀκοὴν ἀκοῦσαι παρὰ Θεοῦ κατὰ τῆς Ἰδουμαίας. καὶ τίς ἂν νοοῖτο πάλιν, εὐθὺς αὐτὸς διεσάφησεν, προσθεὶς ὅτι περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν. ἔθνη δὲ, ποῖα; τὰ τῆς Ἰδουτριμαλιὰς μαίας. κατ’ αὐτῶν γὰρ ἀπεστάλθαι φησὶ τὴν περιοχὴν, ἤτοι πολιορκίαν, ἤγουν συγκλεισμὸν, τοῦ θείου κρίματος συνωθοῦντος ἀναγκαίως εἰς τὸ παθεῖν τὴν ἐρήμωσιν.