Ancient Greek · ~3 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 10-4
Not analysed yet
Τὸ ὀρθριοῦσιν ἐν τούτοις ὑποσημαίνειν ἔοικεν, ὅτι καθάπερ ἐξ ὕπνου διεγηγερμένοι τῆς ἐνούσης ἀβουλίας αὐτοῖς, καὶ οἱονείπως ἀπὸ νυκτὸς καὶ σκότους ἐνηνεγμένοι λοιπὸν εἰς φῶς καὶ ἡμέραν, προτροπάδην ἀλλήλοις ἐπιφωνήσουσιν ὅτι προσήκει λοιπὸν ἐπιστρέφειν πρὸς Κῦρον. ἀνάνηψις δὲ αὕτη τῶν εἰς ἀπάτην ὠλισθηκότων, καὶ ταῖς τῶν εἰδώλων λατρείαις ἐνειλημμένων. νήψεως γὰρ ἤδη καρπὸς, τὸ ἀχλύος μὲν ἔξω γενέσθαι ζητεῖν, τῆς δαιμονιώδους δηλονότι· φωτὶ δὲ ὥσπερ τῷ θείῳ λοιπὸν ἐκμεμεστωμένους, ὀρθῷ διάττειν σκοπῷ πρὸς ἐπίγνωσιν τοῦ φύσει τε καὶ ἀληθῶς Θεοῦ καὶ δεσπότου, καίτον πάλαι διακειμένους, ὅτι καὶ “θεοὶ πολλοὶ καὶ κύριοι” κατὰ τὸν κόσμον εἰσὶν, ὡς εἰς τοῦτο καθικέσθαι δυσβουλίας, ὥστε καὶ “τῷ ξύλῳ λέγειν Πατήρ μου εἶ σὺ, καὶ τῷ λίθῳ Σὺ ἐγέννησας με.