Ancient Greek · ~9 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 11-11
Not analysed yet
Εγὼ μὲν, φησὶν, ἐπάγω τὰ ἐξ ὀργῆς, χρήσιμοι δὲ καὶ μεσῖται πρὸς μόνους εἰσὶν οἱ προφῆται τοὺς λόγους. διατὰ πορθμεύουσι γὰρ εἰς ὑμᾶς ἅπερ ἂν αὐτοῖς ἐντείλωμαι διὰ τοῦ Πνεύματος. ἀλλ’ ὀλιγωρεῖτε τάχα που καὶ ἀλύετε σφόδρα καὶ πρὸς μόνους τοὺς παρ’ αὐτῶν ἔσθ’ ὅτε λόγους. τί γὰρ ὅλως, εἰπέ μοι, διὰ τούτων ὠφελεῖσθε; ποῖος ὑμᾶς εἰσέδυ φόβος; ἢ τίνα μεταβολὴν ἐσχήκατε πρὸς τὸ ἄμεινον; ἐν πόλει μὲν γὰρ εἰ ἀναφωνήσειε σάλπιγξ, τὸν παρ’ ἐχθρῶν ἥκοντα καὶ κεκινημένον περιαγγέλλουσα πόλεμον, τίς οὕτως ἀνάλγητος, ὡς μὴ πάντη τε καὶ πάντως τὸν ἐκ τῶν ἐσομενων κακῶν ὑποδέξασθαι φόβον; αἱ δὲ ἐμαὶ σάλπιγγες οὐ διαλελοίπασι προαναφωνοῦσαι τὰ μέλλοντα. ἀλλ’ ὠφελεῖσθε μὲν παντελῶς οὐδὲν, μανθάνοντες δὲ ὅτι καταδῃωθήσεσθε παρ’ ἐχθρῶν, κατευμεγεθεῖτε λίαν τῶν εἰς τοῦτο δειμάτων, ὡς τάχα που καὶ διαγελᾶν, ὡς εἰκαῖόν τι χρῆμα, τὴν προαγόρευσιν, καὶ μὴν κἀκεῖνο βοᾶν τὸ σύνηθες καὶ τοῖς ἀπονοουμένοις ἐντριβές “Ἡ ὅρασις ἢν οὗτος ὁρᾷ εἰς ἡμέρας πολλὰς καὶ εἰς καιροὺς μάκρους οὕτος προφητεύει. τί οὖν ἡγεῖσθε φορτικοὺς τοὺς οἱονεὶ σαλπίζοντας, εἰ μηδὲν ἡγεῖσθε τοὺς λόγους; ἀλλ’ ἴσως ἐκεῖνό φατε, ὡς οὐ μετρίως καταλυπεῖ τῶν πραγμάτων ἢ ἔκβασις. ἆρα οὖν ἔσται κακωσις ἐν πόλει τυχὸν, ἣν Κύριος οὐκ ἐποίησεν; ὅμοιον ὡς εἰ λέγοι Μῆ ἆρά τις ἔσται τῶν ἐν ἀνθρώποις ἱκανὸς εἴς γε τὸ δύνασθαι κακῶσαι πόλιν ἢ νόσοις ἢ πολιορκίαις ἢ καρπῶν καταφθοραῖς ἢ καὶ καθ’ ἕτερόν τινα τοιοῦτον τρόπον; εἰ δὲ ἀνθρώπων μὲν οὐδεὶς τὰ τοιάδε δράσειεν ἂν, κεῖται δὲ μᾶλλον ἐν ἐξουσίᾳ καὶ δυνάμει Θεοῦ, τί τοῖς προαγγέλλουσι χαλεπαίνετε; καίτοι μεταγνῶναι δέον, καὶ ταῖς εἰς τοῦτο ῥοπαῖς ἐκμειλίσσεσθαι τὸν λελυπημένον καὶ κακοῦν ἰσχύοντα τοὺς ἡμαρτηκότας. κακίαν δὴ οὖν ἐν τούτοις νοήσομεν παρὰ Θεοῦ γινομένην ἐν πόλεσι, οὐ φαυλότητα· μὴ γένοιτο· κάκωσιν δὲ μᾶλλον, ἤτοι τὴν ἐφ’ ὁτῳοῦν ὀργήν τε καὶ κίνησιν, ἢν τοῖς ἁμαρτάνουσιν ἐπαρτήσειεν ἃν, ἐπιστρέφειν ἀναπείθων ἐπὶ τὰ πρεπωδέστερα. γέγραπται γὰρ ὅτι “Εν κημῷ καὶ “χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις τῶν μὴ ἐγγιζόντων “πρὸς σέ.” ἐπειδὴ γάρ ἐστιν ἀγαθὸς, καὶ “πάντας ἀνθρώ- “πους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἁληθείας ἐλθεῖν, καταβιάζεταί πὼς τοῖς ἐξ ὀργῆς ἐπὶ τὸ ἄμεινον, καὶ μεθίστησιν εὐσθενῶς ἔσθ' ὅτε τοῖς δείμασι καὶ ταῖς ἀπειλαῖς, οὓς οὐκ ἀναπείθει λόγος καὶ ἡ τῶν συμφερόντων ὑφήγησις.