Ancient Greek · ~5 min
Commentary obadiah, ΤΟΥ ΑΥΤΟΥ
Cyrillus Theol., In XII Prophetas 11-13
Not analysed yet
Απαριθμεῖται δὴ πάλιν τὰ τῶν Ἰδουμαίων ἐγκλήματα, σκληροὺς καὶ ἀφιλοικτίρμονας γεγονότας δεικνύων. ἐσχημάτισται δὲ ὁ λόγος, οἱονεὶ πληττομένοις τε ἤδη καὶ αἰκιζομένοις, ἐπιφωνοῦντος Θεοῦ καὶ τὸν τῆς ἁμαρτίας τρόπον κατονειδίζοντος. τὸ δὲ ἐπιδεῖν ἐστι τὸ ἐπιγελᾶσαί τε καὶ ἐφησθῆναι κάμνουσιν ἀδελφοῖς, καὶ δυμησίας ἀφορμὴν τὰς τῶν ἑτέρων ποιεῖσθαι συμφορὰς, καίτοι τῆς θείας λεγούσης γραφῆς, μὴ δεῖν ὅλως ἐπιμειδιᾶν τοῖς κάμνουσιν. ἐν δὲ καὶ τῷ μὴ ἐπιχαρῇς καὶ τοῖς λοιποῖς, ἀπαριθμεῖται δὴ πάλιν τὰ τοῦ ῾Ιδομαίου ἐγκλήματα, σκληρὸν καὶ ἀφιλοικτίρμονα γεγονότα δεικνύων, καὶ τοῦτο εἰς ἀδελφούς. μὴ γὰρ δή φησιν ἐν ἴσῳ τοῖς Ἀσσυρίοις εἴσω καὶ αὐτὸς ἐπείγου πυλῶν, οὐ χεῖρα τὴν ἐπαμύνουσαν εἰσφέρων, ὡς ἀδελφοῖς, καταδῃώσων δὲ μᾶλλον. καὶ μὴ ἐπίδης συναγωγὴν ἀθλίως ἀθλίως ὀλοθρευομένην· μήτε μὴν ἐπιφορτίσῃς τοῖς παρὰ σοῦ σφόδρα κατηχθισμένοις· νοῖς· μήτε μὴν τοῖς φεύγουσιν ἕσο πάγη, τηρῶν τὰς διεκβολὰς καὶ βρόχους ἱστὰς, ὡς ἂν μηδεὶς ἀνασώζοιτο ταῖς σαῖς ἐναλοὺς ἀφιλοστοργίαις, κἂν εἰ τὸ τῶν δυσμενῶν δία. δράμῃ ξίφος. πανταχῆ δὲ ὁ λόγος τῆς Ἰδουμαίων ἀπανθρωπίας κατηγορεῖ, ἵνα δὴ πάλιν ὅσιόν τε καὶ ἀνεπίληπτον ἀληθῶς τὸ θεῖον ὁρῷτο κρῖμα, κολαζομένων μένων ἐν δίκῃ τῶν ἐκεῖνα πεπλημμεληκότων.