Ancient Greek · ~10 min
Commentary micah, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΜΙΧΑΙΑΝ.
Cyrillus Theol., In XII Prophetas 11-15
Not analysed yet
Ασαφὴς μὲν λίαν, καὶ αἰνιγμάτων ἔμπλεως ὁ τοιόσδε λόγος. πλὴν ἐκεῖνό φαμεν ἀναγκαίως, ὅτι κἂν ἐν τοῖς καθ’ ἡμᾶς σημαίνηται λόγοις τὰ περὶ Θεοῦ, ἀλλ’ οὖν ὁ ταῦτα τεχνίτης, καὶ νοεῖν εἰδὼς “παραβολὴν καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σόφων καὶ αἰνίγματα, συνήσει λεπτῶς, καὶ ὡς ἂν ὅτι μάλιστα πρέποι τῆ θείᾳ τε καὶ ἀπορρήτῳ φύσει. ἵδρυσίς τε γὰρ αὐτῆς, θρόνοι τε καὶ ἔγερσις διὰ τῆς τῶν ἁγίων λέγονται φωνῆς, καὶ μὴν καὶ ὁδοὶ καὶ πορεῖαι, ἕτερά τε πρὸς τούτοις ἅττα σμικρὰ καὶ ἀνθρώπινα, ἀλλ’ ὡς ἔφην ἀρτίως, τὰ τοιάδε τῶν θεωρημάτων ἰσχνῶς τε καὶ κατεῤῥινημένως νοοῖτ’ ἂν εἰκότως παρά γε τοῖς ἀγαθοῖς καὶ ἀρτίφροσι. γίνονται γὰρ ὡς ἐξ ὁμοιώσεως καὶ μεταφορᾶς τῶν καθ’ ἡμᾶς οἱ λόγοι. ὅταν τοίνυν ἀκούσῃς τοῦ Προφήτου λέγοντος τό Διότι ἱροῦ Κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ ἐπιβήσεται ἐπὶ τοὶ ὕψη τῆς γῆς, προσεπάγει δὲ, ὅτι καὶ ὄρη μὲν σαλευθήσονται, κατατακήσονται δὲ καὶ αἱ κοιλάδες, τότε δὴ τότε τῶν ἐν αἰσθήσει πραγμάτων ὑπερφέρων βραχὺ, ἄνιθι τοῖς θεωρήμασιν εἰς ἐννοίας ἰσχνάς. ἔξοδον τοίνυν ἐνθάδε νοήσεις Θεοῦ γενομένην ὥσπερ ἐξ ἰδίου τόπου, τὴν οἱονείπως ἐκ τῆς ἠρεμίας κίνησιν, τὴν ἐπί τισι τῶν πραχθησομένων. μόνον γὰρ οὐχί φησι Κεκίνηται λοιπὸν ὁ πάλαι μακροθυμῶν, καὶ ἀφειδήσει δήπως τὸ ἔτι κατηρεμεῖν ἐπὶ τοῖς προσκεκρουκόσι, καὶ τὴν αὐτῷ φίλην ἡμερότητα τρόπον τινὰ καταλελοιπὼς, ἐποίσει τὰς δίκας λοιπόν. ἐπιβήσεται μὲν γὰρ ἐπὶ τὰ ὕψη τῆς γῆς, τουτέστι πατήσει λοιπὸν τοὺς ἐν ταῖς ἄγαν ὑπεροχαῖς, ἵνα νοῶμεν τοὺς βασιλεύοντας ἐν τε τῇ Σαμαρείᾳ καὶ ἐν ̔ Ιερουσαλήμ. σαλευθήσονται δὲ καὶ τὰ ὄρη, τουτέστι πάλιν μετακινηθήσονται τῶν ἰδίων ἀξιωμάτων, οἱ τοὺς ἄλλους ὑπεραίροντες καὶ πολὺ λίαν ἀνεστηκότες ἐν δόξη· ὄρεσι γὰρ τοὺς τοιούτους εὖ μάλα παρεικαστέον. ἐκτακήσονται δὲ καὶ ὡς κηρὸς αἱ κοιλάδες, τουτέστιν, οἱ ταπεινοὶ καὶ κατερριμμένοι, καὶ τὸ τῶν ἀγελαίων ἔχοντες μέτρον, ἀλλὰ καίτοι λίαν ὄντες σκληροὶ, καὶ τοῖς θείοις θεσπίσμασιν εἴκειν οὐκ ἀνεχόμενοι, οἱονεὶ πυρὶ προσβάλλοντες τῷ ἐκ τῆς θείας ὀργῆς κηροῦ δίκην κατατακήσονται· γενήσονται δὲ καὶ ὡς ὕδωρ φερόμενον ἐν καταβάσει, τουτέστι κατὰ πρανοῦς ὀξεῖ καὶ ἀσχέτῳ διάττον δρόμῳ. ὡς γὰρ ἤδη προεῖπον, οἱ τῶν Ἀσσυρίων βασιλεῖς τήν τε Σαμάρειαν αὐτὴν καὶ τὴν Ἰούδα βασιλείαν ἀγρίως καταδῃώσαντες, ἀπῴκισαν μὲν τῶν βασιλέων τινὰς, ἀπεκτόνασι δὲ καὶ πάντας τοὺς ἡγουμένους, δρομεὺς δὲ ὥσπερ καὶ ὡς ὕω κατὰ πρανοῦς ἐρχόμενον ἀπεκόμισαν εἰς τὴν ἑαυτῶν τὴν τῶν ἀγελαίων πληθύν. καὶ τοῦτο ἦν τὸ ὕδωρ τὸ φερόμενον ἐν καταβάσει, καὶ τρέχον ἐκ τῆς Σαμαρείας εἰς τὴν Περσῶν τε καὶ Μηδῶν.