Ancient Greek · ~7 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 11-2
Not analysed yet
Ἐπειδὴ γὰρ βεβούλευται, φησὶ, πονηρὰ καθ’ ἑαυτῆς, καὶ τῶν ἀδικεῖν πεφυκότων παραλέλοιπεν οὐδέν· ἔφη γὰρ δεῖν κατακολουθεῖν ἑλέσθαι τοῖς ἰδίοις ἐρασταῖς, τουτέστι, ταῖς τῶν πεπλανηκότων ἀνοςίοις γνώμαις ἀπονέμειν τῆς διανοίας τὴν ῥοπὴν, ὡς μόνα πληροῦν τὰ ἐκείνων· καὶ ἐπειδὴ πρὸς τούτῳ τῶν δεδωρημένων αὐτῇ παρ’ ἐμοῦ τοῖς οὐδὲν ὡφεληκόσι τοῖς δαίμοσιν ἀνάπτει τὰ χαριστήρια, ταύτῃ τοι ματαίαν αὐτῆς ἀποφανῶ τὴν σκέχιν, καὶ ἀντιτάξομαι γενικῶς. φράξω γὰρ αὐτῆς τὴν ὁδον ἐν σκόλοψι, καὶ τειχιῶ τὴν τρίβον, ὡς ἂν μήτε κατακολουθήσειε τοῖς ἰδίοις ἐρασταῖς, μήτε μὴν εὕρῃ χρηςίμους τοὺς πεπλανηκότας, κἂν εἰ διώκειν ἕλοιτο τυχὸν αὐτοὺς, τουτέστιν, ἐγικεῖσθαι σπουδαίως ταῖς εἰς αὐτοὺς τιμαῖς καὶ λατρείαις. σκόλοπας δὲ εἶναί φησι τὰ συμβεβηκότα τῷ Ἰσραὴλ δυσχερῆ, τοὺς πολέμους δὴ λέγω, τὰς αἰχμαλωσίας, τὸν λιμὸν, τοὺς κινδύνους, τὴν ἐν δουλείᾳ τριβήν. γεγονότες γὰρ ἅπαξ ὑπὸ Μήδοις καὶ Πέρσαις, οὐκ ἐν σχολῇ προσῄεσαν τῷ βάαλ, οὐδὲ ταῖς δαμάλεσι ταῖς χρυσαῖς· ἀλλ’ ἦν πως ἀνάγκη, τὸ, καὶ αὐτῆς τῆς ἄωνθεν καὶ φιλαιτάτης ἐλευθερίας ἐστερημένους, καὶ ξητοῦντας μὲν τὰ οἴκοι, πτωχεύοντας δὲ, καὶ ταῖς τῶν κρατούντων πλεονεξίαις πεπιεσμένους, οὐκέτι μὲν δύνασθαι τὰ συνήθη πληροῦν· ὀλοφύρεσθαι δὲ μᾶλλον, καὶ ταῖς ἀνηκέστοις καταμεθύειν συμφοραῖς, καταγινώσκοντας ἤδη τῶν πεπλανηκότων, ὡς οὐδὲν ἀπόνασθαι μετὸν αὐτοῖς τῶν ἐν ἐλπίσι κεναῖς. ὠφέληνται γὰρ οὐδὲν, ἢ τοῦ Βαάλ ἀπαμύνοντος· τί γὰρ ἂν ἔδρασε τὸ ἄφωνον ξύλον; ἤγουν τῶν δαμάλεων ἐπικουρίας αὐτοῖς ἐπινοουσῶν τινα τρόπον· χρυάλεων γὰρ ἦν, “ἔργα “χειρῶν ἀνθρώπων,” κατὰ τὸ γεγραμμένον. ἀποφράττονται τοίνυν αἱ ὁδοί· Θεοῦ μὴ καταλεαίνοντος τοῖς φιλαμαρτήμοσι τὴν εἰς φαυλότητα τρίβον, ἀποτραχύνοντος δὲ χρηςίμως, καὶ οὐκ ἐφιέντος αὐτοῖς δι’ εὐμαρείας ἴεσθαι ἐπὶ τὸ φληνάφως δοκοῦν· ὡς ἂν οὐχ ἑκόντες ἐγκόπτοιντο, καὶ μεταχωροῖεν ἐπὶ τὸ ἄμεεινον, διὰ πείρας αὐτῆς ἐκμεμαθηκότες, ὡς ἔστι παντί τῳ τὸ πλημμελεῖν οὐκ ἀζήμιον.