Ancient Greek · ~4 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 11-5
Not analysed yet
Ὅτι γεγόνασι καὶ πεπλήθυνται παρὰ τοῦ Ἐφραὶμ τὰ εἰς ἁμαρτίας θυσιαστήρια, καὶ διὰ τούτων εὖ μάλα δηλοῖ. ἃ γὰρ θύουσί φησιν, οὐ Θεῷ μᾶλλον, ἁλλὰ τοῖς τῶν εἰδώλων τεμένεσι παρ’ αὐτῶν προσφέρεται· κἂν ἑορτάζωσιν ἐπὶ ταῖς θυσίαις, τροφῶν ἢ ποτῶν ἀναπιμπλάμενοι, πρὸς Θεὸν τὸ χρῆμα οὐδέν. οὐ γὰρ αὐτῷ τελοῦσι τὴν πανήγυριν, ὅτι τὰ εἰς δόξαν δαιμονίων πραττόμενα, κατ’ οὐδένα τρόπον παρα- δέξαιτο ἃν ἡ θεία τε καὶ ἀκήρατος φύσις, παροξύνεται δὲ μᾶλλον ὡς ὑβρισμένη· μόνον δὲ οὐχὶ καὶ οὐχ ἑκοῦσα κατα- βιάζεται πρός γε τὸ χρῆναι λοιπὸν τοῖς εἰς τοῦτο καλοῦσιν ὀργῆς ἐπάγειν τὰς δίκας, καὶ λοιπὸν ἰέναι πρὸς ἀνάμνησιν πάντων, ὡς ἔπος εἰπεῖν, τῶν τοῖς προσκρούουσι πεπλημμε- λημένων. οὗ δὴ γεγονότος, ὀξεῖς οἱ θυμοὶ, παρὰ πόδας ἡ δίκη, καὶ οὐδεὶς ὁ ἐξαιρούμενος. "Φοβερὸν οὖν ἄρα τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος.’’ προσήκει δὲ μᾶλλον, καὶ ἄμεινον ἀσυγκρίτως, καὶ πάσης ἡμῖν εὐημερίας πρόξενον, τὸ Θεῷ προσάγειν θυσίας, πνευματικὰς δηλονότι, καὶ αὐτῷ πληροῦν ἑορτὰς, διαβιοῦν ὀρθῶς ᾑρημένους, καὶ τὸ κατά τι γοῦν ὅλως διαπίπτειν ἀποσπουδάζοντας.