Ancient Greek · ~9 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 12-4
Not analysed yet
Εἰ δὲ χρὴ καὶ ἐφ’ ἅπαντας ἁπλοῦν τοὺς ὄντας ἐπὶ τῆς γῆς τῆς προφητείας τὴν δύναμιν, ἐκεῖνο συνήσομεν. ἤρπασε μὲν γὰρ ἐν ἀρχαῖς τὴν ἀνθρώπου φύσιν ὁ Ἀδάμ. ἐπάρατον γὰρ ἀπέφηνεν εὐθὺς, ὑποθεὶς θανάτῳ καὶ φθορᾷ. οὐκοῦν ἔπληξεν ἢ ὀργὴ, ἀλλ’ ἐμότωσεν ἢ χάρις. ἰάσατο γὰρ ἐν Χριστῶ, κέκληκε πρὸς ἐπίγνωσιν τῆς ἀληθοῦς θεοπτίας, ἑδραίους ἀπέφηνε διὰ τοῦ Πνεύματος εἰς τήρησιν ἐντολῶν, ζηλωτοὺς ἀπέδειξε πάλιν καὶ φθορᾶς ἐπέκεινα τιθεὶς καὶ τῶν ἀρχαίων ἡμᾶς ἀπαλλάξας ἀρρωστημάτων, ἁμαρτίας δὴ λέγω καὶ παθῶν. συμβέβηκε δὲ τὰ τοιάδε τοῖς ἐπὶ τῆς γῆς, οὐχ ὡς ἐν πρώτῳ μᾶλλον, ἤγουν ἐν δευτέρῳ καιρῷ, ἀλλ’ ὡς ἐν τρίτῳ, τουτέστι τῷ λοίσθῳ καὶ τελευταίῳ. χρόνοι μὲν γὰρ οἱ πάντες ἀριθμοῦνται τρεῖς, πρῶτός τε καὶ μέσος καὶ τελευταῖος, καθ’ ὃν ἡμῖν ἐπέφανεν ὁ Χριστός. ταύτῃτοί φασιν, ὅτι τὰ τῆς μοτώσεως ἡμῖν καθάπερ ἐξ ἰατρικῆς ἐμπειρίας ἔσται μετὰ δύο ἡμέρη· ἡμέραν ἡμῖν εἰς καιρὸν τοῦ προφητικοῦ μετροῦντος λόγου. τότε φησὶ, διώξομεν τοῦ εἰδέναι τὸν Κῦρον· τὸ δὲ διώξομεν ἀντὶ τοῦ σπεύσομέν φασι· τότε καὶ ἀναστησόμεθα καὶ ζησόμεθα ἐνώπιον αὐτοῦ. συνεγηγέρμεθα γὰρ τῷ Χριστῷ. καὶ ἐπειδήπερ “εἷς ὑπὲρ πάντων ἀπέθανε,” τὴν αὐτοῦ ζῶμεν ζωὴν, οὐκ ἐξ ὀφθαλμῶν ἔτι κείμενοι Θεοῦ, διὰ τὴν παράβασιν· οὔτε μὴν ὡς ἐρριμμένοι κατόπιν, διὰ τὴν ἁμαρτίαν· ἁλλ’ ἐν ὄψει λοιπὸν ἐνηνεγμένοι, καὶ παρρησίαν ἔχοντες παρ’ αὐτῷ, διὰ τὴν ἐν Χριστῷ δικαιοσύνην. καὶ ὅτι δι’ αὐτοῦ, καὶ αὐτὸν ἐγνώκαμεν τὸν Πατέρα, ὅτι δὲ πλήρωσις ἡμῖν ἐστι παντὸς ἀγαθοῦ καθ’ ἡμᾶς γεγονὼς ὁ Υἱὸς, ὁμολογοῦσι λέγοντες Ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτὸν, τουτέστιν, ὡς φῶς ἀνίσχον, ὡς ἥλιον, ὡς αὐγὴν, παρωχηκότος τοῦ σκότους. ἔσται δὲ ἡμῖν ὡς πρώΪμός τε καὶ ὄψιμος ὑετός. κατάρδει γὰρ ἡμᾶς τοὺς τὴν πίστιν εἰσδεδεγμένους, καὶ ἐπεγνωκότας ὀρθῶς τὴν ἐπιφάνειαν αὐτοῦ, κατὰ διττὸν, οἶμαι, τρόπον. ἀποκαλύπτει μὲν γὰρ ἐν Πνεύματι τῶν ἀρχαίων τε καὶ νομικῶν καὶ πρὸς τούτοις ἔτι προφητικῶν παιδευμάτων τὴν γνῶσιν. καὶ τοῦτο οἶμαί ἐστιν ὁ πρώϊμος ὑετός· ὄψιμον δὲ ὥσπερ πρὸς ἐκείνῳ δίδωσι τῶν εὐαγγεγικῶν παιδευμάτων τὴν νόησιν, καὶ ἀποστολικῶν κηρυγμάτων τὴν τριπόθητον χάριν. γεγόναμεν δὲ, ὡς ὁ προφήτης φησὶ, Γῆ θελητή. καὶ τάχα που περὶ ἡμῶν ψάλλει λέγων ὁ μακάριος Δαυείδ “Ἐπεσκέψω τὴν “γῆν καὶ ἐμέθυσας αὐτήν· ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν. καὶ γοῦν δέδωκε τὸν καρπὸν αὐτῆς ἑκατὸν, ἑξήκοντα, καὶ τριάκοντα, κάτα τὴν του Σωτῆρος φωνὴν.