Ancient Greek · ~6 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 13-10
Not analysed yet
Oὐχ οἱ προφῆται, φησὶ, τὰ ἐξ ὀργῆς ἐπάγουσι· πόθεν; ἄνθρωποι γὰρ καὶ αὐτοὶ καθ’ ὑμᾶς ὑπάρχουσι τὴν φύσιν, τετίμηνται δὲ παρὰ Θεοῦ τῷ πάντα μανθάνειν, ἃ ἃν Βοῦ. λοιτο πληροῦν, καὶ πόλεσί τε καὶ χώραις ἐπάγειν ἢ ἀγαθὰ τυχὸν ἢ τὰ λυπεῖν εἰωθότα. ἀλλ’ ἴσως πρὸς τοῦτό φατε Μανθανέτωσαν εἰ δοκεῖ, πλουτείτωσαν παρὰ σοῦ τῶν ἐσομένων τὴν γνῶσιν, διατρανούσθω πάντα αὐτοῖς τὰ μυστήρια· λαλείτωσαν δὲ μηδενὶ, μήτε μὴν ταῖς τῶν ἀποσειομένων αὐτοὺς ἀκοαῖς ἐνηχείτωσάν τινα. τί οὖν πρὸς ταῦτα παρὰ Θεοῦ; Λέων ἐρεύξεται καὶ τίς οὐ φοβηθήσεται; εἰ γὰρ ἐν τῷ βρυχᾶσθαί φησι τὸν λέοντα, τὸ παναλκέστατον τῶν θηρίων, οὐκ ἃν γένοιτό τις ἀτεράμων οὕτως καὶ σοβαρὸς, ὡς μὴ εἰσδέξασθαι πτοίαν, πῶς ἃν Θεοῦ λαλοῦντος τοῦ πάντων ἐπέκεινα, καὶ ἀπαγγέλλειν αὐτοῖς προστάττοντος ἃ μανθάνουσιν, οὐκ ἃν ἔδεισαν τὸν προστεταχότα; οὐ γάρ εἰσι καθ’ ὑμᾶς καταφρονηταὶ καὶ ἄτεγκτοι, καὶ ἐν μηδενὶ ποιούμενοι λόγῳ τὰ τῷ πάντων δοκοῦντα Δεσπότη. πανταχῆ τοιγαροῦν ἀσφαλίζεται τοὺς ἁγίους, καὶ ἀποσοβεῖ τῶν προφητῶν τὰς ἐκ τῶν ἐθελοκακούντων βλάβας. τοῦτο δὲ ἦν ἕτερον οὐδὲν ἢ τῆς καθηκούσης φροντίδος ἀξιοῦν. τὸ γὰρ ἐκ μέσου ποιεῖσθαι τοὺς ἰατροὺς, ἕτερον οὐδὲν ἃν εἴη ἢ ἀνεπικουρήτους ἀποτελεῖν τοὺς ἠρρωστηκότας. τοῦτό τοι καὶ διὰ φωνῆς τοῦ μακαρίου Δαυεὶδ προαναφωνεῖ λέγων “Μὴ ἅπτεσθε τῶν “χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε, καὶ πρὸς αὐτοὺς δέ που φησί “Καὶ ἔσται ὁ ἁπτόμενος ὑμῶν, “ὡς ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ.” ἀδικήσει γὰρ οὐ μετρίως τὴν ἑαυτοῦ ψυχὴν ὁ ταῖς τῶν ἁγίων κεφαλαῖς ἐπιτρίζων τοὺς ὀδόντας καὶ ἀνοσίως ἐπιφυόμενος καί τι καὶ τῶν ἐκτόπων ἐπάγειν οὐ παραιτούμενος.