Ancient Greek · ~5 min
Commentary obadiah, ΤΟΥ ΑΥΤΟΥ
Cyrillus Theol., In XII Prophetas 13-13
Not analysed yet
Προαναφωνεῖ πάλιν τὸν τοῦ πολέμου καιρὸν, καθ’ ὃν ἐν κοιλάδι τῇ τοῦ Ἰωσαφὰτ συναγηγερμένα τοῖς Ἰδουμαίοις ὁμοῦ καὶ τὰ πρόσοικα τῶν ἐθνῶν πικρὰς ἐξῄτηνται δίκας. ἡμέραν δὲ αὐτὴν ὀνομάζει κυροῦ. Θεὸς γὰρ ἦν ὁ παραδιδοὺς τοῖς ἐξ τοὺς τοὺς ἀνοσίως ἠδικηκότας· ὅτι δὲ ὁσίῳ κρίματι κολασθήσονται, διατρανοῖ λέγων Ὅν τρόπον εποίησας, οὕτως ἔσται σοι. ταλαντεύει γὰρ ἢ θεία φύσις τὰ ἑκάστου πταίσματα, καὶ ἰσοπαλῆ πάντως ἀντεπάγει τὴν δίκην, οἷς ἂν ἕκαστος ἁλίσκοιτο πεπλημμεληκώς. ἐν δὲ τῷ δίοτι ὃν τρόπον ἔπιες, τοιόνδε τι παραδηλοῖ· ἔθος που τάχα τοῖς κρατήσασι τῶν ἐχθρῶν, καταλαζονεύεσθαι μὲν τῶν κεκρατημένων, ἐορτὰς δὲ καὶ πότους ἐπιτελεῖν, καὶ δὴ καὶ ἐπινικίους καταλαλαζειν φωνὰς καὶ τὰ μέθης ἔργα πληροῦν. ὡς οὖν ἐπετώθασας, φησὶ, καὶ κατεσκίρτησας τῶν ἐξ Ἰσραὴλ, πίνων τε καὶ κατορχούμενος, καὶ πανηγύρεως ἀφορμὴν τὰς τῶν ἀδελφῶν ποιούμενος συμφορὰς, οὕτω πίονται καὶ κατορχήσονταί σου πάντα τὰ ἔνη· καὶ καταβήσονται μὲν κατὰ σοῦ, τουτέστι, τῆς σῆς καταδραμοῦνται χώρας. καταλογισθήσῃ δὲ καὶ αὐτὸς ἐν τοῖς οὐχ ὑπαρχουσιν. ὀλοθρευθήσῃ γὰρ οὕτως, ὡς δοκεῖν ἤδη πὼς μηδ’ ὑπάρξαι ποτέ. ὄρος δὲ Σιῶν τὴν Ἐκκλησιαν ἡ θεόπνευστος ὀνομάζει γραφή· ὑψηλὴ γὰρ ὄντως, καὶ ακοπευτήριον ἀληθῶς, ἁγία δὲ πρὸς τούτοις, εἴπερ ἐστὶν οἶκός τε καὶ πόλις τοῦ παναγίου Θεοῦ.