Ancient Greek · ~5 min
Commentary micah, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 13-16
Not analysed yet
Ἀγαθὸς ὣν λίαν ὁ Δημιουργὸς, εἶτα τῶν συμβησομένων αὐτοῖς κακῶν τὸ μέγεθος οὐκ ἠγοηκὼς, διὰ παντὸς ἔρχεται τρόπου, καὶ πᾶν εἶδος εἰσηγήσεως τε καὶ ἀπειλῆς εἰσφέρει, ὡς ἂν τάχα πὼς ἀναπεισθεῖεν οἱ ἡμαρτηκότες καὶ μετανοεῖν ἕλοιντο, τὰ αἰσχίω μεταμανθάνοντες καὶ κατορθοῦν ᾑρημένοι τὰ δι’ ὧν ἦν εἰκὸς ἀκονιτὶ δύνασθαι διαδρᾶναι τὰ ἐξ ὀργῆς. εἰδέναι γεμὴν ἀναγκαῖον τὸν φιλομαθῆ καὶ φιλολογώτατον, ὅτι συνεχὴς μὲν τῶν προφητῶν ὁ λόγος ἐν βιβλίοις τε καὶ συγγραφαῖς, γέγονε δὲ κατὰ καιροὺς καὶ ἀνὰ μέρος, ὥστε κὰν εἰ φαίνοιντό πὼς ταυτοεποῦντες ἐσθ’ ὅτε, ἀλλ’ οὖν ἐννοεῖν, ὡς οὐ καθ’ ἕνα καιρὸν, ὡς ἔφην, οὔτε μὴν τοῖς αὐτοῖς, τὰ τοιάδε προσεφώνουν, μακρῶν δὲ πολλάκις παρεισβεβληκότων διαστημάτων, ἄλλοτε ἄλλοις καὶ κατὰ καιροὺς προσελάλουν. ἔδει γὰρ πάντας εἰδέναι τὰ συμβησόμενα, καὶ κοινῆς συμφορᾶς τοῖς ἀνὰ πᾶσαν τὴν γῆν γενέσθαι τὴν προαγόρευσιν. πρὸς ὑμᾶς δὴ οὖν ὁ λόγος, φησὶ, τοὺς εἰς τοῦτο λοιπὸν ἀφιγμένους ἐμβροντησίας, ὡς βδλύττεσθαι τὸ κρῖμα, τουτέστι τὴν δικαιοσύνην, καὶ διεστραμμένον αποφαίνειν τὸν εἰς εἴδησιν ἀγαθὴν κατορθοῦντα νόμον· πρὸς ὑμᾶς τοὺς οἰομένους τάχα που ταῖς μιαιφονίαις καὶ ἀδίκοις αἵμασιν ἀνορθοῦν τὴν Σιῶν, καὶ εὐκλεᾶ καὶ περίβλεπτον τὴν Ἱερουσαλὴμ ἀποφαίνειν. ἀλλ’ ἦν ἄμεινον ἐννοεῖν, ὅτι καταστρέφουσι μᾶλλον αὐτὴν, καίτοι τεθειμένοι πρὸς οἰκοδομὴν καὶ εἰς ἐπανόρθωσιν, ἅτε δὴ καὶ τῶν ποιμνίων προεστηκότες, ἱερεῖς τε καὶ νομοφύλακες παρὰ Θεοῦ τεταγμένοι.