Ancient Greek · ~6 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 13-2
Not analysed yet
Σώζει μὲν ὁ λόγος ἔτι τὸν αὐτῷ πρέποντα τρόπον· ὡς γὰρ ἐπὶ πόρνης γυναικὸς ἀπ’ ἀρχῆς συντέθειται μέχρι τέλους. διὰ τοῦτο, φηςὶν, ὅτι μεταγνώσεται καὶ ἐρεῖ Πορεύσομαι πρὸς τὸν ἄνδρα μου τὸν πρότερον, ὅτι καλῶς μοι ἦν τότε ἢ νῦν. πλὴν ἄθρει κἀν τούτῳ τὸν τῶν ὅλων Θεὸν καὶ ἐν b ὀργῇ παιδεύοντα, καὶ ὠφελοῦντα ποικίλως, καὶ ταῖς τῶν δεινῶν ἐπαγωγαῖς ἀνασειράζοντα τοὺς πεπλανημένους, καὶ μεταποιοῦντα πρὸς τὸ συμφέρον. ὅταν γὰρ, φησὶν, ἀποπεφραγμένας ἔδῃ τὰς ἑαυτῆς ὁδοὺς ἐν σκόλοψι, τότε δὴ τότε μεταβουλεύσεται, καὶ ὅπερ ἦν ἄμεινον ἑλέσθαι δρᾶν, οὔπω τῶν ἀνιαρῶν εἰσβεβληκότων, κἂν γοῦν ὀψὲ, καὶ μετὰ πείραν ἁρπάσῃ· ἀγαπήσει γὰρ τότε τὰ παρὰ Θεῷ, καὶ τῶν μεταξὺ πλημμελημάτων ὡς ἐκ λογισμοῦ τοῦ σώφρονος ἀλογήσασα, e μεταχωρήσει λοιπὸν πρὸς τὸ θελῆσαι τὸ ἐν ἀρχαῖς, καὶ θαυμάσει τὰ παρὰ θεῷ, καὶ ἀσυγκρίτιος αὐτὰ διενεγκόντα διαφοραῖς, καθάπερ ἐκ μέθης ἀνανήψασα, κατόψεται μόλις. οὐκοῦν οὐκ ἀνόνητον τὸ παιδεύεσθαι, κἂν εἰ ἔχοι τυχὸν τὸ παραυτίκα λυποῦν. καὶ τοῦτο εἰδότες οἱ προφῆταί φασι, Hier. x. 24 “Παῦλος ἡμᾶ Κύριε.” γράφει δὲ καὶ ὁ θεσπέσιος Heb. xii. 7. Παῦλος “Εἰ παιδείαν ὑπομένετε, ὡς υἱοῖς ὑμῖν προσφέρεται “ὁ Θεός· τίς γάρ ἐστιν υἱὸς, ὃν παιδεύει πατήρ; ”δείκνυσι δὲ τὸ ἐκ τοῦ παιδεύεσθαι γλυκύ τε καὶ ὀνησιφόρον, Ib. 11. d οὕτως λέγων “Πασα παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ “χαρὰς εῖναι, ἀλλὰ λύπης· ὕστερον μέντοι καρπὸν εἰρηνικὸν “τοῖς δἰ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης.”