Ancient Greek · ~2 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 13-3
Not analysed yet
Καὶ ἐτέρως δὲ, Θεῷ προσκρούοντες ἀπάσης εὐκλείας ὠς ἀποτάτω κειςόμεθα δρῶντες ἃ μὴ θέμις· καὶ ἐφ᾿ οἷς αἰσχύνεσθαι χρὴ, ἐπ᾿ αὐτοῖς δὴ τούτοις ἔσθ᾿ ὅτε μεγαλαυχούμενοι, καὶ ὑψηλὴν αἴροντες τὴν ὀφρὺν, ὡς δικαίως λέγεσθαι καὶ περὶ ἡμῶν, “Ὧν ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν.” οὐκοῦν καὶ e κατὰ τόνδε τὸν νοῦν ἐκδέξῃ πάλιν τὸ εἰρημένον Τὴν δόξαν αὐτῶν εἰς ἀτιμίαν θήσομαι. ὅτι γὰρ παραδίδονταί τινες “εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα,” πῶς ἐστιν ἀμφιβαλεῖν, τοῦ μακαρίου Παύλου σαφῶς εἰρηκότος.