Ancient Greek
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΒΔΟΜΟΣ.
Cyrillus Theol., In XII Prophetas 13-7
Not analysed yet
Ἀλλ’ ἴσως ἐρεῖς Καίτοι φαίνομαι μὲν ὡς αἰτήσας ἐγὼ, σὺ δὲ καὶ δοὺς καὶ κεχρικὼς ἐν ἀρχαῖς τὸν Σαούλ. ναί φησιν, ἀλλ’ ἐν ὁργῇ δεδωκα τὸν ἡγούμενον, κα) ἔσχον ἐν τῷ θυμῷ μου συστροφὴν ἀδικίας, ὡς ἠδικημένος παρὰ σοῦ, φησί· μόνον δὲ οὐχὶ καὶ τῶν τῆς βασιλείας θώκων ἐξωθούμενος, τό γε ἧκον εἰς τὸ σοὶ δοκοῦν, τεθύμωμαι λίαν. πλὴν ἀνέδειξα, καίτοι τὸ χρῆμά φησιν οὐκ ἀναγκαῖον εἰδὼς εἰς ὄνησιν, ἀλλ’ ἵνα σε τῶν πραγμάτων ἡ πεῖρα πληροφορήσῃ καλῶς, ὅτι σκαιὰ καὶ ἄχρηστα κἀν τούτῳ βεβούλευσαι. ποῦ γὰρ νῦν ἐστιν, ἢ ποία λοιπὸν ἐξ αὐτοῦ γένοιτ’ ἂν τοῖς πουλεμουμένοις ἡ ὄνησις ; ἀλλ’ εἶπερ ἦσθα πάλιν ὑπὸ τὴν ἐμὴν φειδῶ τε καὶ χεῖρα, πάντως ἂν ὤφθης ἐν ἀμείνοσι τῶν ἐχθρῶν. οὐκοῦν “Ματαία σωτηρία ἀνθρώπου κατὰ τὸ γε- γραμμένον, καὶ “ψευδὴς ἵππος εἰς σωτηρίαν,” ἡ ἐπ’ ἄρχουσιν ἐλπίς· ἐκρύεται δὲ καὶ μάλα ῥᾳδίως οὓς ἃν ἕλοιτο Θεὸς, καὶ οὓς ἃν καταθεάσαιτο τὴν ἐπ’ αὐτῷ τιμῶντας ἐλπίδα.