Ancient Greek · ~2 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 14-12
Not analysed yet
Πανταχοῦ τοιγαροῦν χρήσιμόν τε καὶ ἀναγκαῖον τὸ μετανοεῖν φαίνεται, καὶ ταῖς εἰς τὸ ἄμεινον ἀναδρομαῖς ἀποκρούεσθαι τὴν ὀργὴν, οὐκ ἄχρηστον παντελῶς καὶ ἀτρανῆ φωνὴν ἱέντας Θεῷ, ἀλλ’ ἐξ ἀγαθῆς διανοίας σοφὸν ἀληθῶς καὶ εὔρυθμον ἀνηχοῦντας μέλος. “Θῦσον γὰρ, φησὶ, θυσίαν “αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου· καὶ ἐπι- “κάλεσαί με ἐν ἡμέρᾳ θλίψεως σου, καὶ ἐξελοῦμαί σε καὶ “δοξάσεις με.”