Ancient Greek · ~9 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΚΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 14-6
Not analysed yet
Εοικεν ἡμῖν ἐν τούτοις ὁ λόγος ἀνθυποφορᾷ μάχεσθαι τῆ παρά τινων. νοείσθω γάρ τις ἐκεῖνο διενθυμούμενος, ἢ καὶ λέγων ἀναφανδόν Εἰ ἔμελλον ἀποπεσεῖσθαι, καὶ ἐκ προσώπου Θεοῦ γενέσθαι κατὰ καιροὺς οἱ ἐξ αἵματος Ἰσραὴλ, βδελυροί τε ἔσεσθαι καὶ ἀπηχθημένοι, τί καὶ ὅλως κέκληνται τὴν ἀρχήν; πρὸς ταῦτα Θεὸς, καὶ μάλα εἰκότως, ἐξηγεῖται τρόπον τινὰ, λέγων Νήπιος Ἰσραὴλ καὶ ἐγὼ ἠγάπησα αὐτὸν, Gen. Gen. xxv. 27. καὶ ἐξ Αἰγύπτου μετεκάλεσα τοὶ τέκνα αὐτοῦ. ἀνὴρ ἄπλαστος γέγονε φησιν Ἰακὼβ, ὃς μετωνομάσθη Ἰσραὴλ. ταύτῃτοι καὶ ἠγάπησα αὐτόν· ἔτι γὰρ ὄντων ἐν μήτρᾳ, “Tὸν Ἰακὼβ “ἠγάπησα, φησί· τὸν δὲ Ἠσαῦ ἐμίσησα.” ἐπειδὴ τοίνυν ἠγάπηκα αὐτὸν, ταύτῃτοι καὶ ἐξειλόμην τῆς Αἰγυπτίων πλεονεξίας τὰ τέκνα αὐτοῦ. “Ποιῶ γὰρ ἔλεος εἰς χιλιάδας “τοῖς ἀγαπῶσί με. τί οὖν οἱ τετιμημένοι καὶ ἀπόλεκτοι διὰ τοὺς πατέρας, οἱ τῇ τῆς ἐλευθερίας τετιμημένοι χάριτι, καὶ δουλείας καὶ πόνων ἀπηλλαγμένοι; ἆρα τετιμήκασιν; ἆρα ταῖς εὐνοίαις κατευφραίνειν ἐσπούδασαν τὸν ὑπερασπίσαντα Θεόν; οὐδαμῶς, φησίν. ἀποδεδραμήκασι γὰρ τοῦ Δεσπότου, ἀπῴχοντο τοῦ τετιμηκότος, ὕβρισαν τὸν κεκληκότα. ἀπῴχοντο δὲ, τίνα τρόπον; ἆρα καθ’ ἕνα καὶ κατ’ ὀλίγους τοῦ φρονεῖν ὀρθῶς ἀπωλισθηκότες, καὶ ταῖς τινῶν ἀπάταις ὑποκλεπτόμενοι; οὐμενοῦν. ἀπέθορον γὰρ οὕτως, ὥσπερ ἀμέλει καὶ κέκληνται, τουτέστι, κατὰ πληθὺν ὅλην καὶ κατὰ φυλὰς, παγγενῆ τε καὶ πανοικί. ἐξῆλθον γὰρ οὕτω τῆς Αἰγυπτίων κατὰ καιρούς. μεμνήμεθα δὲ, ὅτι μόλις ἀνήσειν τὸν Ἰσραὴλ ὑπισχνουμένου τοῦ Φαραὼ, καὶ τὴν ἀπαίρουσαν αὐτοῦ πληθὺν ἀναμαθεῖν ἐθέλοντος, λέγοντός τε σαφῶς “Τίνες καὶ τίνες εἰσὶν οἱ πορευόμενοι;” Μωυσῆς ἀπεκρίνετο “Σὺν τοῖς νεανίσκοις ἡμῶν καὶ σὺν τοῖς πρεσ- “βυτέροις ἡμῶν πορευσόμεθα, σὺν τοῖς υἱοῖς καὶ θυγατράσι, “καὶ προβάτοις καὶ βουσὶν ἡμῶν. οὐκοῦν κατὰ φυλὰς ὅλας καὶ κατὰ πληθὺν, κατὰ γένος τε καὶ οἴκους ἡ κλῆσις· κατὰ τὸν ἴσον δὲ τρόπον καὶ ἡ ἀπόστασις, ἧς τὸ ἀκαλλὲς ὅτι μάλιστα σημαίνει, λέγων τὸ ἀπῴχοντο ἐκ προσώπου μου. οὕς γὰρ ἂν ἕλοιτο μισεῖν ὁ τῶν ὅλων Δεσπότης, οὐδ’ ἂν ἐπισκέψαιτο, κατ’ ἐκεῖνό φημι τὸ ἐν ψαλμοῖς ὑμνούμενον Επίβλεψον επ ἐμὲ καὶ ἐλέησόν με. γέγραπται γὰρ, ὅτι “Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους·” καὶ αὐτὸς δέ που φησίν “Καὶ ἐπὶ τίνα ἐπιβλέψω, ἁλλ’ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ “ἡσύχιον, καὶ τρέμοντα τοὺς λόγους μου;”