Ancient Greek · ~2 min
Commentary amos, ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΞΗΓΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΩΣ.
Cyrillus Theol., In XII Prophetas 15-10
Not analysed yet
Χαλεπὸν οὖν ἄρα καὶ κινδύνου παντὸς ἀνάμεστον ὁρᾶται λοιπὸν, τὸ συμφράττεσθαι πονηροῖς καὶ καθοπλίζεσθαι φιλεῖν τῶν ἠγαπημένων παρὰ Θεοῦ, καὶ διώκειν ἁγίους. εἰ γὰρ καὶ πάσχοιεν ἔσθ᾿ ὅτε πταισμάτων ἕνεκα, παιδευόμενοι παρὰ Θεοῦ, ἀλλ’ οὐκ ἀλογήσει παντελῶς τῶν οἰκειωθέντων αὐτῷ· καὶ παιδεύσας χρησίμως, ὀλέθρῳ περιβαλεῖ τὰ τῆς ὀργῆς σκεύη, τουτέστι, τοὺς ἀχαλίνῳ θυμῷ κατ’ αὐτῶν ὁρμήσαντας, κατ’ ἐκεῖνό που πάντως τὸ πρὸς Βαβυλῶνα κάλως εἰρημένον πέρι τῶν ὑιῶν Ἰσραὴλ “Εγω ἔδωκα αὐ- “τοὺς εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος. ἀπᾴδει γὰρ λίαν καὶ ἀγανακτοῦντι τῷ Θεῷ τὸ φορτικὸν εἰς αἰκίας τῶν τοῦτο δρᾶν ἐπιτεταγμένων.