Ancient Greek · ~9 min
Commentary obadiah, ΤΟΥ ΑΥΤΟΥ
Cyrillus Theol., In XII Prophetas 15-14
Not analysed yet
Ωήθη μὲν ὁ ἀπόπληκτος Ἰδουμαῖος κλῆρον ἕξειν τὸν οἶκον Ἰακὼβ, τουτέστι τοὺς ἐκ σπέρματος Ιακὼβ, καὶ δὴ καὶ κατεμερίζετο τὴν γῆν, συγκαταδῃώσας αὐτήν. ἀλλ’ ἔσται, φησὶ, τὸ χρῆμα αὐτοῖς ἀδοκήτως ἀντεστραμμένον, κλῆρος γὰρ ἔσονται τῶν ἐξ Ἰακώβ. δαπανηθήσονται οὕτως, ὡς ἂν εἰ καὶ ὑπὸ φλογὸς καλάμη. ἔσται γὰρ πῦρ ὁ ὀλὸς Ιακὠβ, φλογὸς δὲ δυνάμεσι παραχωρήσειεν ἂν οὐδὲν ὁ οἶκος Ἰωσήφ. καταβρωθήσονται δὴ οὖν εἰσάπαν, ὡς ἕνα πυροφόρον μὴ ἂν εὑρεῖν δύνασθαί τινας ἐξ ὁλοκλήρου φυλῆς ἢ ἔθνους. ἔοικε δὲ ὁ λόγος ἀκολούθως τῇ τροπῇ πυροφόρον εἰπεῖν, πῦρ γὰρ ὠνόμασε τὸν οἶκον Ἰακὼβ, φλόγα δὲ δὴ αὖ τὸν Ιωσήφ. καὶ οῖκος μὲν Ἰακὼβ νοοῖντ’ ἂν οἱ ἐξ Ιούδα καὶ Βενιαμὶν, οἶκος γεμὴν Ιωσὴφ οἱ ἐν τῆ Σαμαρείᾳ, τουτέστιν αἱ δέκα φυλαὶ, ὧν οἱ βασιλεῖς ἐκ φυλῆς Εφραΐμ γεγόνασι κατὰ καιροὺς, Μανασσῆς δὲ καὶ Ἐφραΐμ ἤστην ἐξ Ιωσήφ. ἐν δὲ τῷ κατακληρονομήσουσιν οἱ ἐν ηαγὲβ, τόδε σημαίνεται. ὅτε γὰρ τὴν ἐνεγκοῦσαν ἀφέντες κατὰ τῶν ῾Ιεροσολύμων ᾔεσαν οἱ Βαβυλώνιοι, κατεξανιστάντος αὐτοὺς εἰς μάχην τοῦ Ναβουχοδονόσορ, συμβέβηκεν ἀναγκαίως ἅπασαν μὲν τὴν τῶν Ἰουδαίων καταδῃωθῆναι χώραν, ἐνεχθῆναι δὲ λοιπὸν εἰς τοῦτο ταλαιπωρίας, ὡς ἐν ἐρημίᾳ καταστῆναι παντελεῖ καὶ τῶν ἐνοικούντων ὁρᾶσθαι γυμνήν. ἐπειδὴ δὲ Θεοῦ κατοικτείραντος, καὶ τῶν τῆς αἰχμαλωσίας ἀνέντος βρόχων, ἀνεκομίσθησαν πάλιν εἰς τὴν ἑαυτῶν, τοσοῦτον αὐτοὺς κατευρυνθήσεσθαι λέγει, καὶ εἰς πολύανδρον ἐπιδοῦναι πληθὺν, ὡς καὶ τὰς τῶν ὁμόρων ἐθνῶν κατανεμηθῆναι χώρας, στενοχωρουμένης κατὰ τὸ εἰκὸς τῆς Ἰουδαίας. εὐλογίας δὲ τοῦτο τῆς παρὰ Θεοῦ σημεῖον ἃν γένοιτο μάλα σαφές. οἱ γὰρ ἐν τῆ Νόιγέβ φησι, τουτέστιν οἱ πρὸς νότον. νότος γὰρ ἡ Ναγὲβ ἑρμηνεύεται· κλῆρον ποιήσονται τὸ ὄρος τὸ Ησαυ, τουτέστι τὴν Ἰδουμαίαν. νοτίαν γὰρ οὖσαν κατανεμηθήσονται πάντως ὡς γείτονα καὶ ὅμορον οἱ τὰ νότια τῆς Ἰουδαίας κατῳκηκότες. οἱ δὲ ἐν τῇ Σεφηλᾶ, τουτέστιν οἱ ἐν τῆ πεδινῇ· μοίρα δὲ καὶ αὕτη τῆς Ἰουδαίων χώρας βορειοτέρα που πάντως· κληρονομήσουσι τοὺς ἀλλοφύλους. λέγει δὲ τοὺς Φυλιστιεὶμ, ἤτοι Παλαιστηνούς. καθέξουσι δὲ οὐδὲν ἧττον τὸ ὄρος τὸ Ἐφραιμ, τὴν Σαμάρειαν, τὴν Βενιαμὶν, τὴν Γαλαασῖτιν. κλῆροι δὲ οὗτοι ταῖς τοῦ Ισραὴλ φυλαῖς ἐκνεμηθέντες κατὰ καιροὺς, στρατηγοῦντος Ἰησοῦ τοῦ μετὰ Μωυσέα. ἐπειδὴ δὲ ἠρήμωνται διὰ Ἀσσυρίων καὶ πρὶν ἀφικέσθαι τὸν Ναβουχοδονόσορ, ὑπὸ τῶν Φουλὰ καὶ Σαλμανασὰρ βασιλέων, ταύτῃτοι καὶ αὐτὰς κατοικηθήσεσθαι λέγει καὶ τὴν πάλαι συμβᾶσαν διαθυγεῖν ἐρημίαν.