Ancient Greek
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 15-2
Not analysed yet
Ὅτι μὲν οὖν οὐκ ἂν ἕλοιτο, ξηςὶ, τοῖς ἰδίοις ἔτι κατακολουθεὶν ἐρασταῖς, οὐκ ἂν ἐνδοιάσειέ τις. κατορθώσει γὰρ τοῦτο, καὶ λίαν εὐκόλως, τῷ ἀναφράττεσθαι μὲν τὴν ὁδὸν αὐτῆς, καὶ τὰς τρίβους ἀνατειχίζεσθαι, καὶ κατ’ οὐδένα παντελῶς εὐοδοῦσθαι τρόπον. ἐπειδὴ δὲ πρὸς τῷ θεὸν ὑπάρχειν οἴεσθαι τὸν Βάαλ, ἀνατέθεικεν αὐτῷ καὶ τῶν παρ’ ἐμοῦ κεχορηγημένων αὐτῇ τὰ χαριστήρια, καὶ πρὸς τοῦτο βουλεύσομαι τὰ εἰκότα, ὡς ἂν ἀναμάθοι, τίς ὁ διδοὺς, καὶ τῶν ὅλων ἔχων τὴν ἐξουςίαν, δέδωκα μὲν γὰρ τὰ ζωαρκῆ· σῖτον καὶ οἶνον καὶ ἔλαιον καὶ ἀργύριον ἐπλήθυνα αὐτῇ. ἀλλὰ ταῖς ἐμαῖς φιλοτιμίαις εὐχαριστῆσαι δέον, εἰς δόξαν αὐτὰ πεποίηται τῇ Βάαλ. ὃ δὴ τῆς ἐσχάτης ἐστὶν ἀναισθησίας τε ὁμοῦ καὶ ἀχαριστίας ἀπόδειξις ἀναργής· καὶ οὐκ ἀνικάνως τὸ χρῆμα ἔχει πρός γε τὸ δεῖν καὶ σφόδρα δικαίως παροτρύναι Θεὸν, κἂν εἰ πάσης ἡμερότητος πηγὴ νοοῖτο καὶ γένεσις.